<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="179">Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,</l><l n="180">ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,</l><l n="182">ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ</l><l n="183">Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="184">δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="185">οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.</l><l n="186">ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="187">ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,</l><l n="188">ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,</l><l n="189">γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.</l><l n="190">τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·</l></div></div></body></text></TEI>