Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν, ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης. ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ, ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν. οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος. ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας, ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς, γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ. τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·