<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="167">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="168">ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·</l><l n="169">πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.</l><l n="170">τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="171">κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·</l><l n="172">οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="173">καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι</l><l n="174">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><milestone ed="p" n="175" unit="card"/></q><l n="175"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,</l><l n="176">ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="177">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·</l><l n="178">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="179">Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,</l><l n="180">ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,</l><l n="182">ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ</l><l n="183">Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l></div></div></body></text></TEI>