<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="160">οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.</l><l n="162">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="163">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="164">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="165">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="166">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="167">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="168">ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·</l><l n="169">πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.</l><l n="170">τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="171">κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·</l><l n="172">οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="173">καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι</l><l n="174">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><milestone ed="p" n="175" unit="card"/></q><l n="175"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,</l><l n="176">ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="177">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·</l><l n="178">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="179">Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,</l><l n="180">ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,</l><l n="182">ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ</l><l n="183">Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="184">δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="185">οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.</l><l n="186">ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="187">ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,</l><l n="188">ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,</l><l n="189">γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.</l><l n="190">τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·</l><q><l n="191">ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς</l><l n="192">θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.</l><l n="193">ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,</l><l n="194">τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι</l><l n="195">σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,</l><l n="196">ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·</l><l n="197">οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται</l><l n="198">οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως</l><l n="199">ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="200"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·</l><l n="201">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="202">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="203">δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·</l><l n="204">εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,</l><l n="205">ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.</l><milestone ed="p" n="206" unit="card"/></q><l n="206"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="207">αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,</l><l n="208">σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,</l><l n="209">ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων</l><l n="210">θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.</l><l n="211">τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν</l><l n="212">μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν</l><l n="213">ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="214">τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,</l><l n="215">Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,</l><l n="216">Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·</l><l n="217">ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι</l><l n="218">ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.</l><l n="219">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον</l><l n="220">χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων</l><l n="221">σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,</l><l n="222">ὅς οἱ ἐποίησεν σάκος αἰόλον ἑπταβόειον</l><l n="223">ταύρων ζατρεφέων, ἐπὶ δʼ ὄγδοον ἤλασε χαλκόν.</l><l n="224">τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας</l><l n="225">στῆ ῥα μάλʼ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα·</l><q><l n="226">Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος</l><l n="227">οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι</l><l n="228">καὶ μετʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.</l><l n="229">ἀλλʼ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι</l><l n="230">κεῖτʼ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν·</l><l n="231">ἡμεῖς δʼ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν</l><l n="232">καὶ πολέες· ἀλλʼ ἄρχε μάχης ἠδὲ πτολέμοιο.</l></q><l n="233"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="234">Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν</l><l n="235">μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε</l><l n="236">ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.</l><l n="237">αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τʼ ἀνδροκτασίας τε·</l><l n="238">οἶδʼ ἐπὶ δεξιά, οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν</l><l n="239">ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·</l><l n="240">οἶδα δʼ ἐπαΐξαι μόθον ἵππων ὠκειάων·</l><l n="241">οἶδα δʼ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.</l><l n="242">ἀλλʼ οὐ γάρ σʼ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα</l><l n="243">λάθρῃ ὀπιπεύσας, ἀλλʼ ἀμφαδόν, αἴ κε τύχωμι.</l></q><milestone ed="p" n="244" unit="card"/><l n="244"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,</l><l n="245">καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον</l><l n="246">ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπʼ αὐτῷ.</l><l n="247">ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,</l><l n="248">ἐν τῇ δʼ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε</l><l n="249">Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,</l><l n="250">καὶ βάλε Πριαμίδαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην.</l><l n="251">διὰ μὲν ἀσπίδος ἦλθε φαεινῆς ὄβριμον ἔγχος,</l><l n="252">καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο·</l><l n="253">ἀντικρὺ δὲ παραὶ λαπάρην διάμησε χιτῶνα</l><l n="254">ἔγχος· ὃ δʼ ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν.</l><l n="255">τὼ δʼ ἐκσπασσαμένω δολίχʼ ἔγχεα χερσὶν ἅμʼ ἄμφω</l><l n="256">σύν ῥʼ ἔπεσον λείουσιν ἐοικότες ὠμοφάγοισιν</l><l n="257">ἢ συσὶ κάπροισιν, τῶν τε σθένος οὐκ ἀλαπαδνόν.</l><l n="258">Πριαμίδης μὲν ἔπειτα μέσον σάκος οὔτασε δουρί,</l><l n="259">οὐδʼ ἔρρηξεν χαλκός, ἀνεγνάμφθη δέ οἱ αἰχμή.</l><l n="260">Αἴας δʼ ἀσπίδα νύξεν ἐπάλμενος· ἣ δὲ διαπρὸ</l><l n="261">ἤλυθεν ἐγχείη, στυφέλιξε δέ μιν μεμαῶτα,</l><l n="262">τμήδην δʼ αὐχένʼ ἐπῆλθε, μέλαν δʼ ἀνεκήκιεν αἷμα,</l><l n="263">ἀλλʼ οὐδʼ ὧς ἀπέληγε μάχης κορυθαίολος Ἕκτωρ,</l><l n="264">ἀλλʼ ἀναχασσάμενος λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="265">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε·</l><l n="266">τῷ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον</l><l n="267">μέσσον ἐπομφάλιον· περιήχησεν δʼ ἄρα χαλκός.</l><l n="268">δεύτερος αὖτʼ Αἴας πολὺ μείζονα λᾶαν ἀείρας</l><l n="269">ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον,</l><l n="270">εἴσω δʼ ἀσπίδʼ ἔαξε βαλὼν μυλοειδέϊ πέτρῳ,</l><l n="271">βλάψε δέ οἱ φίλα γούναθʼ· ὃ δʼ ὕπτιος ἐξετανύσθη</l><l n="272">ἀσπίδι ἐγχριμφθείς· τὸν δʼ αἶψʼ ὤρθωσεν Ἀπόλλων.</l><l n="273">καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν οὐτάζοντο,</l><l n="274">εἰ μὴ κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν</l><l n="275">ἦλθον, ὃ μὲν Τρώων, ὃ δʼ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="276">Ταλθύβιός τε καὶ Ἰδαῖος πεπνυμένω ἄμφω·</l><l n="277">μέσσῳ δʼ ἀμφοτέρων σκῆπτρα σχέθον, εἶπέ τε μῦθον</l><l n="278">κῆρυξ Ἰδαῖος πεπνυμένα μήδεα εἰδώς·</l><q><l n="279">μηκέτι παῖδε φίλω πολεμίζετε μηδὲ μάχεσθον·</l><l n="280">ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς,</l><l n="281">ἄμφω δʼ αἰχμητά· τό γε δὴ καὶ ἴδμεν ἅπαντες.</l><l n="282">νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι.</l></q><milestone ed="p" n="283" unit="card"/><l n="283"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας·</l><q><l n="284">Ἰδαῖʼ Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι·</l><l n="285">αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.</l><l n="286">ἀρχέτω· αὐτὰρ ἐγὼ μάλα πείσομαι ᾗ περ ἂν οὗτος.</l></q><l n="287"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="288">Αἶαν ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε</l><l n="289">καὶ πινυτήν, περὶ δʼ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι,</l><l n="290">νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος</l><l n="291">σήμερον· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="292">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l><l n="293">νὺξ δʼ ἤδη τελέθει· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι,</l><l n="294">ὡς σύ τʼ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιούς,</l><l n="295">σούς τε μάλιστα ἔτας καὶ ἑταίρους, οἵ τοι ἔασιν·</l><l n="296">αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="297">Τρῶας ἐϋφρανέω καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="298">αἵ τέ μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα.</l><l n="299">δῶρα δʼ ἄγʼ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω,</l><l n="300">ὄφρά τις ὧδʼ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε·</l><q><l n="301">ἠμὲν ἐμαρνάσθην ἔριδος πέρι θυμοβόροιο,</l><l n="302">ἠδʼ αὖτʼ ἐν φιλότητι διέτμαγεν ἀρθμήσαντε.</l></q></q><l n="303"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας δῶκε ξίφος ἀργυρόηλον</l><l n="304">σὺν κολεῷ τε φέρων καὶ ἐϋτμήτῳ τελαμῶνι·</l><l n="305">Αἴας δὲ ζωστῆρα δίδου φοίνικι φαεινόν.</l><l n="306">τὼ δὲ διακρινθέντε ὃ μὲν μετὰ λαὸν Ἀχαιῶν</l><l n="307">ἤϊʼ, ὃ δʼ ἐς Τρώων ὅμαδον κίε· τοὶ δὲ χάρησαν,</l><l n="308">ὡς εἶδον ζωόν τε καὶ ἀρτεμέα προσιόντα,</l><l n="309">Αἴαντος προφυγόντα μένος καὶ χεῖρας ἀάπτους·</l><l n="310">καί ῥʼ ἦγον προτὶ ἄστυ ἀελπτέοντες σόον εἶναι.</l><l n="311">Αἴαντʼ αὖθʼ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="312">εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκῃ.</l><milestone ed="p" n="313" unit="card"/><l n="313"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ κλισίῃσιν ἐν Ἀτρεΐδαο γένοντο,</l><l n="314">τοῖσι δὲ βοῦν ἱέρευσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="315">ἄρσενα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι.</l><l n="316">τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα,</l><l n="317">μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν,</l><l n="318">ὄπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.</l><l n="319">αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα,</l><l n="320">δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης·</l><l n="321">νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρεν</l><l n="322">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων.</l><l n="323">αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,</l><l n="324">τοῖς ὁ γέρων πάμπρωτος ὑφαίνειν ἤρχετο μῆτιν</l><l n="325">Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή·</l><l n="326">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="327">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν,</l><l n="328">πολλοὶ γὰρ τεθνᾶσι κάρη κομόωντες Ἀχαιοί,</l><l n="329">τῶν νῦν αἷμα κελαινὸν ἐΰρροον ἀμφὶ Σκάμανδρον</l><l n="330">ἐσκέδασʼ ὀξὺς Ἄρης, ψυχαὶ δʼ Ἄϊδος δὲ κατῆλθον·</l><l n="331">τώ σε χρὴ πόλεμον μὲν ἅμʼ ἠοῖ παῦσαι Ἀχαιῶν,</l><l n="332">αὐτοὶ δʼ ἀγρόμενοι κυκλήσομεν ἐνθάδε νεκροὺς</l><l n="333">βουσὶ καὶ ἡμιόνοισιν· ἀτὰρ κατακήομεν αὐτοὺς</l><l n="334">τυτθὸν ἀπὸ πρὸ νεῶν, ὥς κʼ ὀστέα παισὶν ἕκαστος</l><l n="335">οἴκαδʼ ἄγῃ ὅτʼ ἂν αὖτε νεώμεθα πατρίδα γαῖαν.</l><l n="336">τύμβον δʼ ἀμφὶ πυρὴν ἕνα χεύομεν ἐξαγαγόντες</l><l n="337">ἄκριτον ἐκ πεδίου· ποτὶ δʼ αὐτὸν δείμομεν ὦκα</l><l n="338">πύργους ὑψηλοὺς εἶλαρ νηῶν τε καὶ αὐτῶν.</l><l n="339">ἐν δʼ αὐτοῖσι πύλας ποιήσομεν εὖ ἀραρυίας,</l><l n="340">ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·</l><l n="341">ἔκτοσθεν δὲ βαθεῖαν ὀρύξομεν ἐγγύθι τάφρον,</l><l n="342">ἥ χʼ ἵππον καὶ λαὸν ἐρυκάκοι ἀμφὶς ἐοῦσα,</l><l n="343">μή ποτʼ ἐπιβρίσῃ πόλεμος Τρώων ἀγερώχων.</l></q><l n="344"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπῄνησαν βασιλῆες.</l><l n="345">Τρώων αὖτʼ ἀγορὴ γένετʼ Ἰλίου ἐν πόλει ἄκρῃ</l><l n="346">δεινὴ τετρηχυῖα, παρὰ Πριάμοιο θύρῃσι·</l><l n="347">τοῖσιν δʼ Ἀντήνωρ πεπνυμένος ἦρχʼ ἀγορεύειν·</l><q><l n="348">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,</l><l n="349">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="350">δεῦτʼ ἄγετʼ Ἀργείην Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ</l><l n="351">δώομεν Ἀτρεΐδῃσιν ἄγειν· νῦν δʼ ὅρκια πιστὰ</l><l n="352">ψευσάμενοι μαχόμεσθα· τὼ οὔ νύ τι κέρδιον ἡμῖν</l><l n="353">ἔλπομαι ἐκτελέεσθαι, ἵνα μὴ ῥέξομεν ὧδε.</l><milestone ed="p" n="354" unit="card"/></q><l n="354"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="355">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο,</l><l n="356">ὅς μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="357">Ἀντῆνορ σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις·</l><l n="358">οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα τοῦδε νοῆσαι.</l><l n="359">εἰ δʼ ἐτεὸν δὴ τοῦτον ἀπὸ σπουδῆς ἀγορεύεις,</l><l n="360">ἐξ ἄρα δή τοι ἔπειτα θεοὶ φρένας ὤλεσαν αὐτοί.</l><l n="361">αὐτὰρ ἐγὼ Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω·</l><l n="362">ἀντικρὺ δʼ ἀπόφημι γυναῖκα μὲν οὐκ ἀποδώσω·</l><l n="363">κτήματα δʼ ὅσσʼ ἀγόμην ἐξ Ἄργεος ἡμέτερον δῶ</l><l n="364">πάντʼ ἐθέλω δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι.</l></q><l n="365"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="366">Δαρδανίδης Πρίαμος, θεόφιν μήστωρ ἀτάλαντος,</l><l n="367">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε·</l><q><l n="368">κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι,</l><l n="369">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="370">νῦν μὲν δόρπον ἕλεσθε κατὰ πτόλιν ὡς τὸ πάρος περ,</l><l n="371">καὶ φυλακῆς μνήσασθε καὶ ἐγρήγορθε ἕκαστος·</l><l n="372">ἠῶθεν δʼ Ἰδαῖος ἴτω κοίλας ἐπὶ νῆας</l><l n="373">εἰπέμεν Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="374">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·</l><l n="375">καὶ δὲ τόδʼ εἰπέμεναι πυκινὸν ἔπος, αἴ κʼ ἐθέλωσι</l><l n="376">παύσασθαι πολέμοιο δυσηχέος, εἰς ὅ κε νεκροὺς</l><l n="377">κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="378">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο·</l><l n="380">δόρπον ἔπειθʼ εἵλοντο κατὰ στρατὸν ἐν τελέεσσιν·</l><l n="381">ἠῶθεν δʼ Ἰδαῖος ἔβη κοίλας ἐπὶ νῆας·</l><l n="382">τοὺς δʼ εὗρʼ εἰν ἀγορῇ Δαναοὺς θεράποντας Ἄρηος</l><l n="383">νηῒ πάρα πρύμνῃ Ἀγαμέμνονος· αὐτὰρ ὃ τοῖσι</l><l n="384">στὰς ἐν μέσσοισιν μετεφώνεεν ἠπύτα κῆρυξ·</l><q><l n="385">Ἀτρεΐδη τε καὶ ἄλλοι ἀριστῆες Παναχαιῶν</l><l n="386">ἠνώγει Πρίαμός τε καὶ ἄλλοι Τρῶες ἀγαυοὶ</l><l n="387">εἰπεῖν, αἴ κέ περ ὔμμι φίλον καὶ ἡδὺ γένοιτο,</l><l n="388">μῦθον Ἀλεξάνδροιο, τοῦ εἵνεκα νεῖκος ὄρωρε·</l><l n="389">κτήματα μὲν ὅσʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν</l><l n="390">ἠγάγετο Τροίηνδʼ· ὡς πρὶν ὤφελλʼ ἀπολέσθαι·</l><l n="391">πάντʼ ἐθέλει δόμεναι καὶ οἴκοθεν ἄλλʼ ἐπιθεῖναι·</l><l n="392">κουριδίην δʼ ἄλοχον Μενελάου κυδαλίμοιο</l><l n="393">οὔ φησιν δώσειν· ἦ μὴν Τρῶές γε κέλονται.</l><l n="394">καὶ δὲ τόδʼ ἠνώγεον εἰπεῖν ἔπος αἴ κʼ ἐθέλητε</l><l n="395">παύσασθαι πολέμοιο δυσηχέος εἰς ὅ κε νεκροὺς</l><l n="396">κήομεν· ὕστερον αὖτε μαχησόμεθʼ εἰς ὅ κε δαίμων</l><l n="397">ἄμμε διακρίνῃ, δώῃ δʼ ἑτέροισί γε νίκην.</l><milestone ed="p" n="398" unit="card"/></q><l n="398"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="399">ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="400">μήτʼ ἄρ τις νῦν κτήματʼ Ἀλεξάνδροιο δεχέσθω</l><l n="401">μήθʼ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν</l><l n="402">ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατʼ ἐφῆπται.</l></q><l n="403"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν</l><l n="404">μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·</l><l n="405">καὶ τότʼ ἄρʼ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="406">Ἰδαῖʼ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις</l><l n="407">ὥς τοι ὑποκρίνονται· ἐμοὶ δʼ ἐπιανδάνει οὕτως</l><l n="408">ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·</l><l n="409">οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων</l><l n="410">γίγνετʼ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα.</l><l n="411">ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.</l></q><l n="412"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,</l><l n="413">ἄψορρον δʼ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.</l><l n="414">οἳ δʼ ἕατʼ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες</l><l n="415">πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότʼ ἄρʼ ἔλθοι</l><l n="416">Ἰδαῖος· ὃ δʼ ἄρʼ ἦλθε καὶ ἀγγελίην ἀπέειπε</l><l n="417">στὰς ἐν μέσσοισιν· τοὶ δʼ ὁπλίζοντο μάλʼ ὦκα,</l><l n="418">ἀμφότερον νέκυάς τʼ ἀγέμεν ἕτεροι δὲ μεθʼ ὕλην·</l><l n="419">Ἀργεῖοι δʼ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν</l><l n="420">ὀτρύνοντο νέκυς τʼ ἀγέμεν, ἕτεροι δὲ μεθʼ ὕλην.</l><l n="421"><milestone ed="P" unit="para"/>Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας</l><l n="422">ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο</l><l n="423">οὐρανὸν εἰσανιών· οἳ δʼ ἤντεον ἀλλήλοισιν.</l><l n="424">ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·</l><l n="425">ἀλλʼ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα</l><l n="426">δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.</l><l n="427">οὐδʼ εἴα κλαίειν Πρίαμος μέγας· οἳ δὲ σιωπῇ</l><l n="428">νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,</l><l n="429">ἐν δὲ πυρὶ πρήσαντες ἔβαν προτὶ Ἴλιον ἱρήν.</l><l n="430">ὣς δʼ αὔτως ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="431">νεκροὺς πυρκαϊῆς ἐπινήνεον ἀχνύμενοι κῆρ,</l><l n="432">ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπὶ νῆας.</l><l n="433"><milestone ed="P" unit="para"/>ἦμος δʼ οὔτʼ ἄρ πω ἠώς, ἔτι δʼ ἀμφιλύκη νύξ,</l><l n="434">τῆμος ἄρʼ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν,</l><l n="435">τύμβον δʼ ἀμφʼ αὐτὴν ἕνα ποίεον ἐξαγαγόντες</l><l n="436">ἄκριτον ἐκ πεδίου, ποτὶ δʼ αὐτὸν τεῖχος ἔδειμαν</l><l n="437">πύργους θʼ ὑψηλούς, εἶλαρ νηῶν τε καὶ αὐτῶν.</l><l n="438">ἐν δʼ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,</l><l n="439">ὄφρα διʼ αὐτάων ἱππηλασίη ὁδὸς εἴη·</l><l n="440">ἔκτοσθεν δὲ βαθεῖαν ἐπʼ αὐτῷ τάφρον ὄρυξαν</l><l n="441">εὐρεῖαν μεγάλην, ἐν δὲ σκόλοπας κατέπηξαν.</l><milestone ed="p" n="442" unit="card"/><l n="442"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοί·</l><l n="443">οἳ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ</l><l n="444">θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων.</l><l n="445">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="446">Ζεῦ πάτερ, ἦ ῥά τίς ἐστι βροτῶν ἐπʼ ἀπείρονα γαῖαν</l><l n="447">ὅς τις ἔτʼ ἀθανάτοισι νόον καὶ μῆτιν ἐνίψει;</l><l n="448">οὐχ ὁράᾳς ὅτι δʼ αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="449">τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον</l><l n="450">ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας;</l><l n="451">τοῦ δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς·</l><l n="452">τοῦ δʼ ἐπιλήσονται τὸ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων</l><l n="453">ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε.</l></q><l n="454"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="455">ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.</l><l n="456">ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,</l><l n="457">ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·</l><l n="458">σὸν δʼ ἤτοι κλέος ἔσται ὅσον τʼ ἐπικίδναται ἠώς.</l><l n="459">ἄγρει μὰν ὅτʼ ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ</l><l n="460">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν</l><l n="461">τεῖχος ἀναρρήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,</l><l n="462">αὖτις δʼ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,</l><l n="463">ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.</l></q><l n="464"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,</l><l n="465">δύσετο δʼ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν,</l><l n="466">βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.</l><l n="467">νῆες δʼ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι</l><l n="468">πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,</l><l n="469">τόν ῥʼ ἔτεχʼ Ὑψιπύλη ὑπʼ Ἰήσονι ποιμένι λαῶν.</l><l n="470">χωρὶς δʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ</l><l n="471">δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.</l><l n="472">ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,</l><l n="473">ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ αἴθωνι σιδήρῳ,</l><l n="474">ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δʼ αὐτῇσι βόεσσιν,</l><l n="475">ἄλλοι δʼ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν.</l><l n="476">παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ</l><l n="477">δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδʼ ἐπίκουροι·</l><l n="478">παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς</l><l n="479">σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·</l><l n="480">οἶνον δʼ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη</l><l n="481">πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.</l><l n="482">κοιμήσαντʼ ἄρʼ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.</l></div><div type="textpart" subtype="Book" n="8"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,</l><l n="2">Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος</l><l n="3">ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·</l><l n="4">αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·</l><q><l n="5">κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,</l><l n="6">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="7">μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην</l><l n="8">πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες</l><l n="9">αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.</l><l n="10">ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω</l><l n="11">ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι</l><l n="12">πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·</l><l n="13">ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα</l><l n="14">τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,</l><l n="15">ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,</l><l n="16">τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·</l><l n="17">γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.</l><l n="18">εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·</l><l n="19">σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες</l><l n="20">πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·</l><l n="21">ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ</l><l n="22">Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.</l><l n="23">ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,</l><l n="24">αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·</l><l n="25">σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο</l><l n="26">δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.</l><l n="27">τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.</l></q><l n="28"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ</l><l n="29">μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.</l><l n="30">ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="31">ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων</l><l n="32">εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·</l><l n="33">ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,</l><l n="34">οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.</l><l n="35">ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·</l><l n="36">βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,</l><l n="37">ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.</l></q><l n="38"><milestone ed="P" unit="para"/>τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="39">θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ</l><l n="40">πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.</l><milestone ed="p" n="41" unit="card"/></q><l n="41"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω</l><l n="42">ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,</l><l n="43">χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην</l><l n="44">χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,</l><l n="45">μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην</l><l n="46">μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.</l><l n="47">Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν</l><l n="48">Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.</l><l n="49">ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="50">λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.</l><l n="51">αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων</l><l n="52">εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.</l><l n="53"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ</l><l n="54">ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.</l><l n="55">Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο</l><l n="56">παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι</l><l n="57">χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.</l><l n="58">πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,</l><l n="59">πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="60"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο</l><l n="61">σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν</l><l n="62">χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι</l><l n="63">ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.</l><l n="64">ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν</l><l n="65">ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.</l><l n="66"><milestone ed="P" unit="para"/>ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,</l><l n="67">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.</l><l n="68">ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,</l><l n="69">καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·</l><l n="70">ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο</l><l n="71">Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,</l><l n="72">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.</l><l n="73">αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ</l><l n="74">ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·</l><l n="75">αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ</l><l n="76">ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες</l><l n="77">θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.</l><milestone ed="p" n="78" unit="card"/><l n="78"><milestone ed="P" unit="para"/>ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,</l><l n="79">οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·</l><l n="80">Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="81">οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ</l><l n="82">δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο</l><l n="83">ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων</l><l n="84">κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.</l><l n="85">ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,</l><l n="86">σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.</l><l n="87">ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε</l><l n="88">φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι</l><l n="89">ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες</l><l n="90">Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν</l><l n="91">εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·</l><l n="92">σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·</l><q><l n="93">διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ</l><l n="94">πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;</l><l n="95">μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·</l><l n="96">ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.</l></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,</l><l n="98">ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.</l><l n="99">Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,</l><l n="100">στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,</l><l n="101">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="102">ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,</l><l n="103">σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,</l><l n="104">ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.</l><l n="105">ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι</l><l n="106">οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο</l><l n="107">κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,</l><l n="108">οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.</l><l n="109">τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ</l><l n="110">Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ</l><l n="111">εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.</l><milestone ed="p" n="112" unit="card"/></q><l n="112"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.</l><l n="113">Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην</l><l n="114">ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.</l><l n="115">τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·</l><l n="116">Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,</l><l n="117">μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.</l><l n="118">τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·</l><l n="119">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα</l><l n="120">υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα</l><l n="121">ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.</l><l n="122">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="123">ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.</l><l n="124">Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·</l><l n="125">τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου</l><l n="126">κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="127">ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν</l><l n="128">Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων</l><l n="129">ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.</l><l n="130"><milestone ed="P" unit="para"/>ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,</l><l n="131">καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,</l><l n="132">εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><l n="133">βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,</l><l n="134">κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·</l><l n="135">δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,</l><l n="136">τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·</l><l n="137">Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,</l><l n="138">δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·</l><q><l n="139">Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.</l><l n="140">ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;</l><l n="141">νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει</l><l n="142">σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,</l><l n="143">δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο</l><l n="144">οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.</l></q><l n="145"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="146">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="147">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·</l><l n="148">Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·</l><l n="149">Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.</l><l n="150">ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.</l><milestone ed="p" n="151" unit="card"/></q><l n="151"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="152">ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.</l><l n="153">εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,</l><l n="154">ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες</l><l n="155">καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,</l><l n="156">τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.</l></q><l n="157"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους</l><l n="158">αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ</l><l n="159">ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.</l><l n="160">τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="161">Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι</l><l n="162">ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·</l><l n="163">νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.</l><l n="164">ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο</l><l n="165">πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας</l><l n="166">ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.</l></q><l n="167"><milestone ed="P" unit="para"/>ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν</l><l n="168">ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.</l><l n="169">τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="170">τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς</l><l n="171">σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.</l><l n="172">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="173">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="174">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="175">γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων</l><l n="176">νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·</l><l n="177">νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο</l><l n="178">ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·</l><l n="179">ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.</l><l n="180">ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,</l><l n="181">μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,</l><l n="182">ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς</l><l n="183">Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.</l></q><l n="184"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·</l><q><l n="185">Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε</l><l n="186">νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν</l><l n="187">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="188">ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν</l><l n="189">οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,</l><l n="190">ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.</l></q></div></div></body></text></TEI>