τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα· πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα. εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη· τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ. ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν. ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν. ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων, τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης, τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν, τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,