<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="150">τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.</l><l n="151">οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·</l><l n="152">ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν</l><l n="153">θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·</l><l n="154">καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.</l><l n="155">τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·</l><l n="156">πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.</l><l n="157">εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·</l><l n="158">τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.</l><l n="159">ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν</l><l n="160">οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.</l><l n="162">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="163">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="164">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="165">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="166">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l></div></div></body></text></TEI>