<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><q><l n="133">ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο</l><l n="134">ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι</l><l n="135">Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="136">τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς</l><l n="137">τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος</l><l n="138">δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην</l><l n="139">ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες</l><l n="140">οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,</l><l n="141">ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.</l><l n="142">τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,</l><l n="143">στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον</l><l n="144">χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς</l><l n="145">δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="146">τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.</l><l n="147">καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·</l><l n="148">αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,</l><l n="149">δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·</l></q></div></div></body></text></TEI>