ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα. τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ, ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας. τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε, στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη· τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης. καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος· αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα, δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·