δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος. ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο· Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν· ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει. ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής, ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε. τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι, πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι