<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="7"><l n="108">δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="109">ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ</l><l n="110">ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,</l><l n="111">μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι</l><l n="112">Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.</l><l n="113">καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="114">ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="115">ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,</l><l n="116">τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.</l><l n="117">εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,</l><l n="118">φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι</l><l n="119">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="121">αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα</l><l n="122">γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·</l><l n="123">Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·</l><q><l n="124">ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.</l><l n="125">ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="126">ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,</l><l n="127">ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ</l><l n="128">πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.</l><l n="129">τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,</l><l n="130">πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι</l><l n="131">θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.</l><milestone ed="p" n="132" unit="card"/><l n="132">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="133">ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο</l><l n="134">ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι</l><l n="135">Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="136">τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς</l><l n="137">τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος</l><l n="138">δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην</l><l n="139">ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες</l><l n="140">οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,</l><l n="141">ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.</l><l n="142">τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,</l><l n="143">στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον</l><l n="144">χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς</l><l n="145">δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="146">τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.</l><l n="147">καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·</l><l n="148">αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,</l><l n="149">δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·</l><l n="150">τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.</l><l n="151">οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·</l><l n="152">ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν</l><l n="153">θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·</l><l n="154">καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.</l><l n="155">τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·</l><l n="156">πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.</l><l n="157">εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·</l><l n="158">τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.</l><l n="159">ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν</l><l n="160">οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.</l><l n="162">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="163">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="164">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="165">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="166">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="167">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="168">ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·</l><l n="169">πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.</l><l n="170">τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="171">κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·</l><l n="172">οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="173">καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι</l><l n="174">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><milestone ed="p" n="175" unit="card"/></q><l n="175"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,</l><l n="176">ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="177">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·</l><l n="178">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="179">Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,</l><l n="180">ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,</l><l n="182">ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ</l><l n="183">Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="184">δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="185">οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.</l><l n="186">ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="187">ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,</l><l n="188">ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,</l><l n="189">γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.</l><l n="190">τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·</l><q><l n="191">ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς</l><l n="192">θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.</l><l n="193">ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,</l><l n="194">τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι</l><l n="195">σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,</l><l n="196">ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·</l><l n="197">οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται</l><l n="198">οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως</l><l n="199">ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="200"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·</l><l n="201">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="202">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l></q></div></div></body></text></TEI>