<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="98">ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.</l><l n="99">οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,</l><l n="100">ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην</l><l n="101">μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.</l></q><l n="102"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.</l><l n="103">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="104">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="105">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="106">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="107">Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,</l><l n="108">φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος</l><l n="109">Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.</l></div></div></body></text></TEI>