<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="86">Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα</l><l n="87">μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς</l><l n="88">νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ</l><l n="89">οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο</l><l n="90">πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος</l><l n="91">εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,</l><l n="92">θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="93">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="94">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="95">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="96">ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="97">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,</l></q></div></div></body></text></TEI>