Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ, θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο, ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι. οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν. αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε, πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν. οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν· Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο, φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς, ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε, τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης· τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων; οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας· δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν. εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας, οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην. οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν· ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ. τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες, καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν· οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι. εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν, ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι. τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός· Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις; οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν. φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη· ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν· ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο, ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν, Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν, αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην· τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ, ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν, Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε. τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην. ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα· τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην, ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ. ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε· κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ, πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά, δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο. αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ. ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα, προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης· ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν. ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο. αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ, πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων, πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα, δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο, καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας. δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι· καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν. τὸ τρίτον αὖ κατέπεφνεν Ἀμαζόνας ἀντιανείρας. τῷ δʼ ἄρʼ ἀνερχομένῳ πυκινὸν δόλον ἄλλον ὕφαινε· κρίνας ἐκ Λυκίης εὐρείης φῶτας ἀρίστους εἷσε λόχον· τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο· πάντας γὰρ κατέπεφνεν ἀμύμων Βελλεροφόντης. ἀλλʼ ὅτε δὴ γίγνωσκε θεοῦ γόνον ἠῢν ἐόντα αὐτοῦ μιν κατέρυκε, δίδου δʼ ὅ γε θυγατέρα ἥν, δῶκε δέ οἱ τιμῆς βασιληΐδος ἥμισυ πάσης· καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμοιτο. ἣ δʼ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν. Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς, ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν. ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων· Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι· τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. Ἱππόλοχος δέ μʼ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι· πέμπε δέ μʼ ἐς Τροίην, καί μοι μάλα πόλλʼ ἐπέτελλεν αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων, μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγʼ ἄριστοι ἔν τʼ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης· ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ, αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν· ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός· Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην ξείνισʼ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματʼ ἐρύξας· οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά· Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν, Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασʼ ἐμοῖσι. Τυδέα δʼ οὐ μέμνημαι, ἐπεί μʼ ἔτι τυτθὸν ἐόντα κάλλιφʼ, ὅτʼ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν. τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ εἰμί, σὺ δʼ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου· πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι κτείνειν ὅν κε θεός γε πόρῃ καὶ ποσσὶ κιχείω, πολλοὶ δʼ αὖ σοὶ Ἀχαιοὶ ἐναιρέμεν ὅν κε δύνηαι. τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν, ὄφρα καὶ οἵδε γνῶσιν ὅτι ξεῖνοι πατρώϊοι εὐχόμεθʼ εἶναι. ὣς ἄρα φωνήσαντε καθʼ ἵππων ἀΐξαντε χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο· ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων. Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν, ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο. ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν· ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην· ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας; ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν. ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω, ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει, ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ· μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι· χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.