ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες, καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ, θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο, ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι. οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν, ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην