<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="77">Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα</l><l n="78">Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι</l><l n="79">πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,</l><l n="80">στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων</l><l n="81">πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν</l><l n="82">φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.</l><l n="83">αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,</l><l n="84">ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,</l><l n="85">καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·</l><l n="86">Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα</l><l n="87">μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς</l><l n="88">νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ</l><l n="89">οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο</l><l n="90">πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος</l><l n="91">εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,</l><l n="92">θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="93">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="94">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="95">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="96">ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="97">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,</l><l n="98">ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.</l><l n="99">οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,</l><l n="100">ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην</l><l n="101">μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.</l></q><l n="102"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.</l><l n="103">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="104">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="105">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="106">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="107">Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,</l><l n="108">φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος</l><l n="109">Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.</l><l n="110">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="111">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="112">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="113">ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν</l><l n="114">εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι</l><l n="115">δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.</l><milestone ed="p" n="116" unit="card"/></q><l n="116"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="117">ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν</l><l n="118">ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.</l><l n="119"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς</l><l n="120">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.</l><l n="121">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,</l><l n="122">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="123">τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;</l><l n="124">οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ</l><l n="125">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων</l><l n="126">σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·</l><l n="127">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.</l><l n="128">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,</l><l n="129">οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.</l><l n="130">οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος</l><l n="131">δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·</l><l n="132">ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας</l><l n="133">σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι</l><l n="134">θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου</l><l n="135">θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς</l><l n="136">δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ</l><l n="137">δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.</l><l n="138">τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,</l><l n="139">καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="140">ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·</l><l n="141">οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.</l><l n="142">εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,</l><l n="143">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="144"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·</l><q><l n="145">Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;</l><l n="146">οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.</l><l n="147">φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη</l><l n="148">τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·</l><l n="149">ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.</l><l n="150">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς</l><l n="151">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·</l><l n="152">ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,</l></q></div></div></body></text></TEI>