ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες, εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος· Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε, στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι. αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας, ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες, καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει· Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,