<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="62">αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ</l><l n="63">ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων</l><l n="64">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ</l><l n="65">λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.</l><l n="66"><milestone ed="P" unit="para"/>Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="67">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="68">μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε</l><l n="69">μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,</l><l n="70">ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι</l><l n="71">νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.</l><milestone ed="p" n="72" unit="card"/></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="73">ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l></div></div></body></text></TEI>