αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας· ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται, ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου. ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν