ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς. ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται, ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην. ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν