<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="508">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="509">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="510">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="511">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="512">ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης</l><l n="513">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει</l><l n="514">καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα</l><l n="515">Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε</l><l n="516">στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.</l><l n="517">τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="518">ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω</l><l n="519">δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;</l></q><l n="520"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="521">δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη</l><l n="522">ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·</l><l n="523">ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ</l><l n="524">ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω</l><l n="525">πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.</l><l n="526">ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="527">δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι</l><l n="528">κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν</l><l n="529">ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.</l></q></div><div type="textpart" subtype="Book" n="7"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,</l><l n="2">τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ</l><l n="3">ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.</l></div></div></body></text></TEI>