ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων