ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν. οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν, ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής· ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες; τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ· δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι· ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο. ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς. ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται, ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην. ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην· ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις. ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη· νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς. ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν; τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο, ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι, οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη. τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι· στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν· Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι· ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς, αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος