<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="50">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="51"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·</l><l n="52">καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="53">δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων</l><l n="54">ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·</l><q><l n="55">ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως</l><l n="56">ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον</l><l n="57">πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον</l><l n="58">χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ</l><l n="59">κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες</l><l n="60">Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.</l></q><l n="61"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως</l></div></div></body></text></TEI>