εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν. ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε· καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα· ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι. ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως