<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="499">ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.</l><l n="500">αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·</l><l n="501">οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο</l><l n="502">ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,</l><l n="504">ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,</l><l n="505">σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="506">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="507">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="508">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="509">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="510">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="511">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="512">ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης</l><l n="513">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει</l><l n="514">καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα</l><l n="515">Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε</l><l n="516">στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.</l><l n="517">τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="518">ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω</l><l n="519">δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;</l></q><l n="520"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="521">δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη</l><l n="522">ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·</l><l n="523">ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ</l><l n="524">ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω</l><l n="525">πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.</l><l n="526">ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="527">δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι</l><l n="528">κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν</l><l n="529">ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.</l></q></div><div type="textpart" subtype="Book" n="7"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,</l><l n="2">τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ</l><l n="3">ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="4">ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν</l><l n="5">οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι</l><l n="6">πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,</l><l n="7">ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.</l><l n="8"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος</l><l n="9">Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης</l><l n="10">γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·</l><l n="11">Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="12">αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.</l><l n="13">Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="14">Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην</l><l n="15">Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων</l><l n="16">ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="17"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="18">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="19">βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα</l><l n="20">Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων</l><l n="21">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="22">ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.</l><l n="23">τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="24">τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο</l><l n="25">ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="26">ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην</l><l n="27">δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.</l><l n="28">ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·</l><l n="29">νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα</l><l n="30">σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ</l><l n="31">Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ</l><l n="32">ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.</l></q><l n="33"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="34">ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ</l><l n="35">ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.</l><l n="36">ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;</l></q><l n="37"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="38">Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,</l><l n="39">ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος</l><l n="40">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="41">οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ</l><l n="42">οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.</l><milestone ed="p" n="43" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="44">τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ</l><l n="45">βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·</l><l n="46">στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="47">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="48">ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·</l><l n="49">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="50">αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="51">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·</l><l n="52">οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·</l><l n="53">ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.</l></q><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,</l><l n="55">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,</l><l n="56">μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="57">κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="58">κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="59">ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι</l><l n="60">φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο</l><l n="61">ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ</l><l n="62">ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.</l><l n="63">οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ</l><l n="64">ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,</l><l n="65">τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε</l><l n="66">ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="67">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="68">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="69">ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,</l><l n="70">ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν</l><l n="71">εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε</l><l n="72">ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.</l><l n="73">ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·</l><l n="74">τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="75">δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.</l><l n="76">ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·</l><l n="77">εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,</l><l n="78">τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,</l><l n="79">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="80">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l><l n="81">εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,</l><l n="82">τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,</l><l n="83">καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,</l><l n="84">τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,</l><l n="85">ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,</l><l n="86">σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.</l><l n="87">καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="88">νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·</l><q><l n="89">ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,</l><l n="90">ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.</l></q><l n="91">ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.</l><milestone ed="p" n="92" unit="card"/></q><l n="92"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="93">αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·</l><l n="94">ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε</l><l n="95">νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·</l><q><l n="96">ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·</l><l n="97">ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς</l><l n="98">εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.</l><l n="99">ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε</l><l n="100">ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·</l><l n="101">τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε</l></q></div></div></body></text></TEI>