<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="482"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε</l><l n="483">παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ</l><l n="484">δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,</l><l n="485">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="486">δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·</l><l n="487">οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·</l><l n="488">μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,</l><l n="489">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.</l><l n="490">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε</l><l n="491">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="492">ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει</l><l n="493">πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.</l></q><l n="494"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ</l><l n="495">ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει</l><l n="496">ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.</l><l n="497">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας</l><l n="498">Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς</l><l n="499">ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.</l><l n="500">αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·</l><l n="501">οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο</l><l n="502">ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,</l><l n="504">ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,</l><l n="505">σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="506">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="507">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="508">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="509">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="510">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="511">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="512">ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης</l><l n="513">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει</l><l n="514">καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα</l><l n="515">Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε</l><l n="516">στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.</l><l n="517">τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="518">ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω</l><l n="519">δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;</l></q><l n="520"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="521">δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη</l><l n="522">ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·</l><l n="523">ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ</l><l n="524">ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω</l><l n="525">πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.</l><l n="526">ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="527">δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι</l></q></div></div></body></text></TEI>