<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="436">ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="437">ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·</l><l n="438">ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,</l><l n="439">ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="440"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="441">ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="442">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="443">αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·</l><l n="444">οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς</l><l n="445">αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι</l><l n="446">ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.</l><l n="447">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="448">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="449">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="450">ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,</l><l n="451">οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος</l><l n="452">οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ</l><l n="453">ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,</l><l n="454">ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="455">δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·</l><l n="456">καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,</l><l n="457">καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης</l><l n="458">πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·</l><l n="459">καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·</l><q><l n="460">Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι</l><l n="461">Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.</l></q><l n="462">ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος</l><l n="463">χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.</l><l n="464">ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι</l><l n="465">πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.</l><milestone ed="p" n="466" unit="card"/></q><l n="466"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·</l><l n="467">ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης</l><l n="468">ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς</l><l n="469">ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,</l><l n="470">δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.</l><l n="471">ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·</l><l n="472">αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,</l><l n="473">καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·</l><l n="474">αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν</l><l n="475">εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·</l><q><l n="476">Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι</l><l n="477">παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,</l><l n="478">ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·</l><l n="479">καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων</l><l n="480">ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα</l><l n="481">κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.</l></q></div></div></body></text></TEI>