<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="431">ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,</l><l n="432">μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·</l><l n="433">λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα</l><l n="434">ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.</l><l n="435">τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι</l><l n="436">ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="437">ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·</l><l n="438">ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,</l><l n="439">ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="440"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="441">ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="442">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="443">αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·</l><l n="444">οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς</l><l n="445">αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι</l><l n="446">ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.</l><l n="447">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="448">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="449">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="450">ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,</l><l n="451">οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος</l><l n="452">οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ</l><l n="453">ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,</l><l n="454">ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="455">δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·</l><l n="456">καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,</l><l n="457">καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης</l><l n="458">πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·</l><l n="459">καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·</l><q><l n="460">Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι</l><l n="461">Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.</l></q><l n="462">ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος</l><l n="463">χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.</l><l n="464">ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι</l><l n="465">πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.</l><milestone ed="p" n="466" unit="card"/></q><l n="466"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·</l><l n="467">ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης</l><l n="468">ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς</l><l n="469">ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,</l><l n="470">δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.</l><l n="471">ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·</l><l n="472">αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,</l><l n="473">καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·</l><l n="474">αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν</l><l n="475">εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·</l><q><l n="476">Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι</l><l n="477">παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,</l><l n="478">ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·</l><l n="479">καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων</l><l n="480">ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα</l><l n="481">κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.</l></q><l n="482"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε</l><l n="483">παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ</l><l n="484">δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,</l><l n="485">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="486">δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·</l><l n="487">οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·</l><l n="488">μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,</l><l n="489">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.</l><l n="490">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε</l><l n="491">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="492">ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει</l><l n="493">πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.</l></q><l n="494"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ</l><l n="495">ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει</l><l n="496">ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.</l><l n="497">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας</l><l n="498">Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς</l><l n="499">ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.</l><l n="500">αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·</l><l n="501">οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο</l><l n="502">ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,</l><l n="504">ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,</l><l n="505">σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="506">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="507">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="508">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="509">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="510">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="511">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="512">ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης</l><l n="513">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει</l><l n="514">καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα</l><l n="515">Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε</l><l n="516">στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.</l><l n="517">τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="518">ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω</l><l n="519">δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;</l></q><l n="520"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="521">δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη</l><l n="522">ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·</l><l n="523">ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ</l><l n="524">ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω</l><l n="525">πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.</l><l n="526">ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="527">δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι</l><l n="528">κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν</l><l n="529">ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.</l></q></div><div type="textpart" subtype="Book" n="7"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,</l><l n="2">τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ</l><l n="3">ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="4">ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν</l><l n="5">οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι</l><l n="6">πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,</l><l n="7">ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.</l><l n="8"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος</l><l n="9">Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης</l><l n="10">γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·</l><l n="11">Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="12">αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.</l><l n="13">Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="14">Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην</l><l n="15">Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων</l><l n="16">ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="17"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="18">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="19">βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα</l><l n="20">Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων</l><l n="21">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="22">ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.</l><l n="23">τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="24">τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο</l><l n="25">ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="26">ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην</l><l n="27">δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.</l><l n="28">ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·</l><l n="29">νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα</l></q></div></div></body></text></TEI>