ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ, μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα· λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος. τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν· ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς, ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει. τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ· ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους, αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο· οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ. εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο. ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω, οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν, ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας· καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις, καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη· καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν· Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο. ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ. ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι. ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ· ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην, δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας. ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ· αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ, καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν· αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι· Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν, ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν· καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ. ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ· οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει· μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται. ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν. ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα. αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν. αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ· οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν. οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν, ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ, σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί. τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής· ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες; τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ· δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι· ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο. ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς. ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ, τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι. ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται, ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην. ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα. Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα. τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ, βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην· ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ. τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν; ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις. ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη· νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα