<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="407">δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις</l><l n="408">παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη</l><l n="409">σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ</l><l n="410">πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη</l><l n="411">σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη</l><l n="412">ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς</l><l n="413">ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.</l><milestone ed="p" n="414" unit="card"/><l n="414">ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,</l><l n="415">ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν</l><l n="416">Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,</l><l n="417">οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="418">ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν</l><l n="419">ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν</l><l n="420">νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.</l><l n="421">οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν</l><l n="422">οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·</l><l n="423">πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς</l></q></div></div></body></text></TEI>