<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="383">οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων</l><l n="384">οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="385">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,</l><l n="386">ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε</l><l n="387">τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.</l><l n="388">ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει</l><l n="389">μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.</l></q><l n="390"><milestone ed="P" unit="para"/>ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ</l><l n="391">τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.</l><l n="392">εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ</l><l n="393">Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,</l><l n="394">ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα</l><l n="395">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="396">Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="397">Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·</l><l n="398">τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.</l><l n="399">ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ</l><l n="400">παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως</l><l n="401">Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,</l><l n="402">τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι</l><l n="403">Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.</l><l n="404">ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·</l><l n="405">Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,</l><l n="406">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="407">δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις</l></q></div></div></body></text></TEI>