<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="373">πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.</l><l n="374">Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν</l><l n="375">ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·</l><q><l n="376">εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·</l><l n="377">πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;</l><l n="378">ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων</l><l n="379">ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="380">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·</l><q><l n="382">Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,</l><l n="383">οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων</l><l n="384">οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="385">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,</l><l n="386">ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε</l><l n="387">τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.</l><l n="388">ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει</l><l n="389">μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.</l></q></div></div></body></text></TEI>