<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="36">φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.</l><milestone ed="p" n="37" unit="card"/><l n="37"><milestone ed="P" unit="para"/>Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="38">ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο</l><l n="39">ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα</l><l n="40">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην</l><l n="41">πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,</l><l n="42">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη</l><l n="43">πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη</l><l n="44">Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.</l><l n="45">Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·</l><q><l n="46">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="47">πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται</l><l n="48">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="49">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l><l n="50">εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτʼ ἐπὶ νηυσὶν Ἀχαιῶν.</l></q><l n="51"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·</l><l n="52">καὶ δή μιν τάχʼ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="53">δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλʼ Ἀγαμέμνων</l><l n="54">ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·</l><q><l n="55">ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως</l><l n="56">ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον</l><l n="57">πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον</l><l n="58">χεῖράς θʼ ἡμετέρας, μηδʼ ὅν τινα γαστέρι μήτηρ</l><l n="59">κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι, ἀλλʼ ἅμα πάντες</l><l n="60">Ἰλίου ἐξαπολοίατʼ ἀκήδεστοι καὶ ἄφαντοι.</l></q><l n="61"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="62">αἴσιμα παρειπών· ὃ δʼ ἀπὸ ἕθεν ὤσατο χειρὶ</l><l n="63">ἥρωʼ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων</l><l n="64">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, Ἀτρεΐδης δὲ</l><l n="65">λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος.</l><l n="66"><milestone ed="P" unit="para"/>Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="67">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="68">μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε</l><l n="69">μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,</l><l n="70">ἀλλʼ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι</l><l n="71">νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.</l><milestone ed="p" n="72" unit="card"/></q><l n="72"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="73">ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν</l><l n="74">Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,</l><l n="75">εἰ μὴ ἄρʼ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς</l><l n="76">Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχʼ ἄριστος·</l><q><l n="77">Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα</l><l n="78">Τρώων καὶ Λυκίων ἐγκέκλιται, οὕνεκʼ ἄριστοι</l><l n="79">πᾶσαν ἐπʼ ἰθύν ἐστε μάχεσθαί τε φρονέειν τε,</l><l n="80">στῆτʼ αὐτοῦ, καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων</l><l n="81">πάντῃ ἐποιχόμενοι πρὶν αὖτʼ ἐν χερσὶ γυναικῶν</l><l n="82">φεύγοντας πεσέειν, δηΐοισι δὲ χάρμα γενέσθαι.</l><l n="83">αὐτὰρ ἐπεί κε φάλαγγας ἐποτρύνητον ἁπάσας,</l><l n="84">ἡμεῖς μὲν Δαναοῖσι μαχησόμεθʼ αὖθι μένοντες,</l><l n="85">καὶ μάλα τειρόμενοί περ· ἀναγκαίη γὰρ ἐπείγει·</l><l n="86">Ἕκτορ ἀτὰρ σὺ πόλιν δὲ μετέρχεο, εἰπὲ δʼ ἔπειτα</l><l n="87">μητέρι σῇ καὶ ἐμῇ· ἣ δὲ ξυνάγουσα γεραιὰς</l><l n="88">νηὸν Ἀθηναίης γλαυκώπιδος ἐν πόλει ἄκρῃ</l><l n="89">οἴξασα κληῗδι θύρας ἱεροῖο δόμοιο</l><l n="90">πέπλον, ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος</l><l n="91">εἶναι ἐνὶ μεγάρῳ καί οἱ πολὺ φίλτατος αὐτῇ,</l><l n="92">θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="93">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="94">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="95">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="96">ὥς κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="97">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο,</l><l n="98">ὃν δὴ ἐγὼ κάρτιστον Ἀχαιῶν φημι γενέσθαι.</l><l n="99">οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν ὄρχαμον ἀνδρῶν,</l><l n="100">ὅν πέρ φασι θεᾶς ἐξέμμεναι· ἀλλʼ ὅδε λίην</l><l n="101">μαίνεται, οὐδέ τίς οἱ δύναται μένος ἰσοφαρίζειν.</l></q><l n="102"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι κασιγνήτῳ ἀπίθησεν.</l><l n="103">αὐτίκα δʼ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε,</l><l n="104">πάλλων δʼ ὀξέα δοῦρα κατὰ στρατὸν ᾤχετο πάντῃ</l><l n="105">ὀτρύνων μαχέσασθαι, ἔγειρε δὲ φύλοπιν αἰνήν.</l><l n="106">οἳ δʼ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν·</l><l n="107">Ἀργεῖοι δʼ ὑπεχώρησαν, λῆξαν δὲ φόνοιο,</l><l n="108">φὰν δέ τινʼ ἀθανάτων ἐξ οὐρανοῦ ἀστερόεντος</l><l n="109">Τρωσὶν ἀλεξήσοντα κατελθέμεν, ὡς ἐλέλιχθεν.</l><l n="110">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="111">Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι</l><l n="112">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς,</l><l n="113">ὄφρʼ ἂν ἐγὼ βείω προτὶ Ἴλιον, ἠδὲ γέρουσιν</l><l n="114">εἴπω βουλευτῇσι καὶ ἡμετέρῃς ἀλόχοισι</l><l n="115">δαίμοσιν ἀρήσασθαι, ὑποσχέσθαι δʼ ἑκατόμβας.</l><milestone ed="p" n="116" unit="card"/></q><l n="116"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="117">ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινὸν</l><l n="118">ἄντυξ ἣ πυμάτη θέεν ἀσπίδος ὀμφαλοέσσης.</l><l n="119"><milestone ed="P" unit="para"/>Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱὸς</l><l n="120">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι.</l><l n="121">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντε,</l><l n="122">τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="123">τίς δὲ σύ ἐσσι φέριστε καταθνητῶν ἀνθρώπων;</l><l n="124">οὐ μὲν γάρ ποτʼ ὄπωπα μάχῃ ἔνι κυδιανείρῃ</l><l n="125">τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων</l><l n="126">σῷ θάρσει, ὅ τʼ ἐμὸν δολιχόσκιον ἔγχος ἔμεινας·</l><l n="127">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσιν.</l><l n="128">εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας,</l><l n="129">οὐκ ἂν ἔγωγε θεοῖσιν ἐπουρανίοισι μαχοίμην.</l><l n="130">οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόοργος</l><l n="131">δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζεν·</l><l n="132">ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας</l><l n="133">σεῦε κατʼ ἠγάθεον Νυσήϊον· αἳ δʼ ἅμα πᾶσαι</l><l n="134">θύσθλα χαμαὶ κατέχευαν ὑπʼ ἀνδροφόνοιο Λυκούργου</l><l n="135">θεινόμεναι βουπλῆγι· Διώνυσος δὲ φοβηθεὶς</l><l n="136">δύσεθʼ ἁλὸς κατὰ κῦμα, Θέτις δʼ ὑπεδέξατο κόλπῳ</l><l n="137">δειδιότα· κρατερὸς γὰρ ἔχε τρόμος ἀνδρὸς ὁμοκλῇ.</l><l n="138">τῷ μὲν ἔπειτʼ ὀδύσαντο θεοὶ ῥεῖα ζώοντες,</l><l n="139">καί μιν τυφλὸν ἔθηκε Κρόνου πάϊς· οὐδʼ ἄρʼ ἔτι δὴν</l><l n="140">ἦν, ἐπεὶ ἀθανάτοισιν ἀπήχθετο πᾶσι θεοῖσιν·</l><l n="141">οὐδʼ ἂν ἐγὼ μακάρεσσι θεοῖς ἐθέλοιμι μάχεσθαι.</l><l n="142">εἰ δέ τίς ἐσσι βροτῶν οἳ ἀρούρης καρπὸν ἔδουσιν,</l><l n="143">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="144"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖθʼ Ἱππολόχοιο προσηύδα φαίδιμος υἱός·</l><q><l n="145">Τυδεΐδη μεγάθυμε τί ἢ γενεὴν ἐρεείνεις;</l><l n="146">οἵη περ φύλλων γενεὴ τοίη δὲ καὶ ἀνδρῶν.</l><l n="147">φύλλα τὰ μέν τʼ ἄνεμος χαμάδις χέει, ἄλλα δέ θʼ ὕλη</l><l n="148">τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίγνεται ὥρη·</l><l n="149">ὣς ἀνδρῶν γενεὴ ἣ μὲν φύει ἣ δʼ ἀπολήγει.</l><l n="150">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι ὄφρʼ ἐῢ εἰδῇς</l><l n="151">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασιν·</l><l n="152">ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο,</l><l n="153">ἔνθα δὲ Σίσυφος ἔσκεν, ὃ κέρδιστος γένετʼ ἀνδρῶν,</l><l n="154">Σίσυφος Αἰολίδης· ὃ δʼ ἄρα Γλαῦκον τέκεθʼ υἱόν,</l><l n="155">αὐτὰρ Γλαῦκος τίκτεν ἀμύμονα Βελλεροφόντην·</l><milestone ed="p" n="156" unit="card"/><l n="156">τῷ δὲ θεοὶ κάλλός τε καὶ ἠνορέην ἐρατεινὴν</l><l n="157">ὤπασαν· αὐτάρ οἱ Προῖτος κακὰ μήσατο θυμῷ,</l><l n="158">ὅς ῥʼ ἐκ δήμου ἔλασσεν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="159">Ἀργείων· Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσε.</l><l n="160">τῷ δὲ γυνὴ Προίτου ἐπεμήνατο δῖʼ Ἄντεια</l><l n="161">κρυπταδίῃ φιλότητι μιγήμεναι· ἀλλὰ τὸν οὔ τι</l><l n="162">πεῖθʼ ἀγαθὰ φρονέοντα δαΐφρονα Βελλεροφόντην.</l><l n="163">ἣ δὲ ψευσαμένη Προῖτον βασιλῆα προσηύδα·</l><q><l n="164">τεθναίης ὦ Προῖτʼ, ἢ κάκτανε Βελλεροφόντην,</l><l n="165">ὅς μʼ ἔθελεν φιλότητι μιγήμεναι οὐκ ἐθελούσῃ.</l></q><l n="166">ὣς φάτο, τὸν δὲ ἄνακτα χόλος λάβεν οἷον ἄκουσε·</l><l n="167">κτεῖναι μέν ῥʼ ἀλέεινε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="168">πέμπε δέ μιν Λυκίην δέ, πόρεν δʼ ὅ γε σήματα λυγρὰ</l><l n="169">γράψας ἐν πίνακι πτυκτῷ θυμοφθόρα πολλά,</l><l n="170">δεῖξαι δʼ ἠνώγειν ᾧ πενθερῷ ὄφρʼ ἀπόλοιτο.</l><l n="171">αὐτὰρ ὁ βῆ Λυκίην δὲ θεῶν ὑπʼ ἀμύμονι πομπῇ.</l><l n="172">ἀλλʼ ὅτε δὴ Λυκίην ἷξε Ξάνθόν τε ῥέοντα,</l><l n="173">προφρονέως μιν τῖεν ἄναξ Λυκίης εὐρείης·</l><l n="174">ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσεν.</l><l n="175">ἀλλʼ ὅτε δὴ δεκάτη ἐφάνη ῥοδοδάκτυλος Ἠὼς</l><l n="176">καὶ τότε μιν ἐρέεινε καὶ ᾔτεε σῆμα ἰδέσθαι</l><l n="177">ὅττί ῥά οἱ γαμβροῖο πάρα Προίτοιο φέροιτο.</l><l n="178">αὐτὰρ ἐπεὶ δὴ σῆμα κακὸν παρεδέξατο γαμβροῦ,</l><l n="179">πρῶτον μέν ῥα Χίμαιραν ἀμαιμακέτην ἐκέλευσε</l><l n="180">πεφνέμεν· ἣ δʼ ἄρʼ ἔην θεῖον γένος οὐδʼ ἀνθρώπων,</l><l n="181">πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα,</l><l n="182">δεινὸν ἀποπνείουσα πυρὸς μένος αἰθομένοιο,</l><l n="183">καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας.</l><l n="184">δεύτερον αὖ Σολύμοισι μαχέσσατο κυδαλίμοισι·</l><l n="185">καρτίστην δὴ τήν γε μάχην φάτο δύμεναι ἀνδρῶν.</l></q></div></div></body></text></TEI>