<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="358">ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.</l></q><l n="359"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ</l><q><l n="360">μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·</l><l n="361">ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω</l><l n="362">Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.</l><l n="363">ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,</l><l n="364">ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.</l><l n="365">καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι</l><l n="366">οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l><l n="367">οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,</l><l n="368">ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="370">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="371">οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,</l><l n="372">ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ</l><l n="373">πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.</l><l n="374">Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν</l><l n="375">ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·</l><q><l n="376">εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·</l><l n="377">πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;</l><l n="378">ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων</l><l n="379">ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="380">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·</l><q><l n="382">Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,</l></q></div></div></body></text></TEI>