<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="353">ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.</l><l n="354">ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ</l><l n="355">δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν</l><l n="356">εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="357">οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω</l><l n="358">ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.</l></q><l n="359"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ</l><q><l n="360">μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·</l><l n="361">ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω</l><l n="362">Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.</l><l n="363">ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,</l><l n="364">ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.</l><l n="365">καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι</l><l n="366">οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l><l n="367">οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,</l><l n="368">ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="370">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="371">οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,</l><l n="372">ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ</l><l n="373">πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.</l><l n="374">Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν</l><l n="375">ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·</l><q><l n="376">εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·</l><l n="377">πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;</l><l n="378">ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων</l><l n="379">ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="380">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·</l><q><l n="382">Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,</l><l n="383">οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων</l><l n="384">οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="385">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,</l><l n="386">ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε</l><l n="387">τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.</l><l n="388">ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει</l><l n="389">μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.</l></q><l n="390"><milestone ed="P" unit="para"/>ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ</l><l n="391">τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.</l><l n="392">εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ</l><l n="393">Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,</l><l n="394">ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα</l><l n="395">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="396">Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="397">Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·</l><l n="398">τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.</l><l n="399">ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ</l><l n="400">παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως</l><l n="401">Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,</l><l n="402">τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι</l><l n="403">Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.</l><l n="404">ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·</l><l n="405">Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,</l><l n="406">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="407">δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις</l><l n="408">παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη</l><l n="409">σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ</l><l n="410">πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη</l><l n="411">σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη</l><l n="412">ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς</l><l n="413">ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.</l><milestone ed="p" n="414" unit="card"/><l n="414">ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,</l><l n="415">ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν</l><l n="416">Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,</l><l n="417">οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="418">ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν</l><l n="419">ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν</l><l n="420">νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.</l><l n="421">οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν</l><l n="422">οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·</l><l n="423">πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="424">βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.</l><l n="425">μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,</l><l n="426">τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,</l><l n="427">ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,</l><l n="428">πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.</l><l n="429">Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ</l><l n="430">ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·</l><l n="431">ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,</l><l n="432">μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·</l><l n="433">λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα</l><l n="434">ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.</l><l n="435">τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι</l><l n="436">ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="437">ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·</l><l n="438">ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,</l><l n="439">ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="440"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="441">ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="442">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="443">αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·</l><l n="444">οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς</l><l n="445">αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι</l><l n="446">ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.</l><l n="447">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="448">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="449">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="450">ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,</l><l n="451">οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος</l><l n="452">οὔτε κασιγνήτων, οἵ κεν πολέες τε καὶ ἐσθλοὶ</l><l n="453">ἐν κονίῃσι πέσοιεν ὑπʼ ἀνδράσι δυσμενέεσσιν,</l><l n="454">ὅσσον σεῦ, ὅτε κέν τις Ἀχαιῶν χαλκοχιτώνων</l><l n="455">δακρυόεσσαν ἄγηται ἐλεύθερον ἦμαρ ἀπούρας·</l><l n="456">καί κεν ἐν Ἄργει ἐοῦσα πρὸς ἄλλης ἱστὸν ὑφαίνοις,</l><l n="457">καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης</l><l n="458">πόλλʼ ἀεκαζομένη, κρατερὴ δʼ ἐπικείσετʼ ἀνάγκη·</l><l n="459">καί ποτέ τις εἴπῃσιν ἰδὼν κατὰ δάκρυ χέουσαν·</l><q><l n="460">Ἕκτορος ἥδε γυνὴ ὃς ἀριστεύεσκε μάχεσθαι</l><l n="461">Τρώων ἱπποδάμων ὅτε Ἴλιον ἀμφεμάχοντο.</l></q><l n="462">ὥς ποτέ τις ἐρέει· σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος</l><l n="463">χήτεϊ τοιοῦδʼ ἀνδρὸς ἀμύνειν δούλιον ἦμαρ.</l><l n="464">ἀλλά με τεθνηῶτα χυτὴ κατὰ γαῖα καλύπτοι</l><l n="465">πρίν γέ τι σῆς τε βοῆς σοῦ θʼ ἑλκηθμοῖο πυθέσθαι.</l><milestone ed="p" n="466" unit="card"/></q><l n="466"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὗ παιδὸς ὀρέξατο φαίδιμος Ἕκτωρ·</l><l n="467">ἂψ δʼ ὃ πάϊς πρὸς κόλπον ἐϋζώνοιο τιθήνης</l><l n="468">ἐκλίνθη ἰάχων πατρὸς φίλου ὄψιν ἀτυχθεὶς</l><l n="469">ταρβήσας χαλκόν τε ἰδὲ λόφον ἱππιοχαίτην,</l><l n="470">δεινὸν ἀπʼ ἀκροτάτης κόρυθος νεύοντα νοήσας.</l><l n="471">ἐκ δʼ ἐγέλασσε πατήρ τε φίλος καὶ πότνια μήτηρ·</l><l n="472">αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ,</l><l n="473">καὶ τὴν μὲν κατέθηκεν ἐπὶ χθονὶ παμφανόωσαν·</l><l n="474">αὐτὰρ ὅ γʼ ὃν φίλον υἱὸν ἐπεὶ κύσε πῆλέ τε χερσὶν</l><l n="475">εἶπε δʼ ἐπευξάμενος Διί τʼ ἄλλοισίν τε θεοῖσι·</l><q><l n="476">Ζεῦ ἄλλοι τε θεοὶ δότε δὴ καὶ τόνδε γενέσθαι</l><l n="477">παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ ἀριπρεπέα Τρώεσσιν,</l><l n="478">ὧδε βίην τʼ ἀγαθόν, καὶ Ἰλίου ἶφι ἀνάσσειν·</l><l n="479">καί ποτέ τις εἴποι πατρός γʼ ὅδε πολλὸν ἀμείνων</l><l n="480">ἐκ πολέμου ἀνιόντα· φέροι δʼ ἔναρα βροτόεντα</l><l n="481">κτείνας δήϊον ἄνδρα, χαρείη δὲ φρένα μήτηρ.</l></q><l n="482"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε</l><l n="483">παῖδʼ ἑόν· ἣ δʼ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ</l><l n="484">δακρυόεν γελάσασα· πόσις δʼ ἐλέησε νοήσας,</l><l n="485">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="486">δαιμονίη μή μοί τι λίην ἀκαχίζεο θυμῷ·</l><l n="487">οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει·</l><l n="488">μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,</l><l n="489">οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.</l><l n="490">ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε</l><l n="491">ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε</l><l n="492">ἔργον ἐποίχεσθαι· πόλεμος δʼ ἄνδρεσσι μελήσει</l><l n="493">πᾶσι, μάλιστα δʼ ἐμοί, τοὶ Ἰλίῳ ἐγγεγάασιν.</l></q><l n="494"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ</l><l n="495">ἵππουριν· ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει</l><l n="496">ἐντροπαλιζομένη, θαλερὸν κατὰ δάκρυ χέουσα.</l><l n="497">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας</l><l n="498">Ἕκτορος ἀνδροφόνοιο, κιχήσατο δʼ ἔνδοθι πολλὰς</l><l n="499">ἀμφιπόλους, τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν.</l><l n="500">αἳ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ·</l><l n="501">οὐ γάρ μιν ἔτʼ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο</l><l n="502">ἵξεσθαι προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν.</l><milestone ed="p" n="503" unit="card"/><l n="503"><milestone ed="P" unit="para"/>οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισιν,</l><l n="504">ἀλλʼ ὅ γʼ, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα ποικίλα χαλκῷ,</l><l n="505">σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="506">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="507">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="508">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="509">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="510">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="511">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="512">ὣς υἱὸς Πριάμοιο Πάρις κατὰ Περγάμου ἄκρης</l><l n="513">τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ ἐβεβήκει</l><l n="514">καγχαλόων, ταχέες δὲ πόδες φέρον· αἶψα δʼ ἔπειτα</l><l n="515">Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὖτʼ ἄρʼ ἔμελλε</l><l n="516">στρέψεσθʼ ἐκ χώρης ὅθι ᾗ ὀάριζε γυναικί.</l><l n="517">τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="518">ἠθεῖʼ ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω</l><l n="519">δηθύνων, οὐδʼ ἦλθον ἐναίσιμον ὡς ἐκέλευες;</l></q><l n="520"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="521">δαιμόνιʼ οὐκ ἄν τίς τοι ἀνὴρ ὃς ἐναίσιμος εἴη</l><l n="522">ἔργον ἀτιμήσειε μάχης, ἐπεὶ ἄλκιμός ἐσσι·</l><l n="523">ἀλλὰ ἑκὼν μεθιεῖς τε καὶ οὐκ ἐθέλεις· τὸ δʼ ἐμὸν κῆρ</l><l n="524">ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω</l><l n="525">πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο.</l><l n="526">ἀλλʼ ἴομεν· τὰ δʼ ὄπισθεν ἀρεσσόμεθʼ, αἴ κέ ποθι Ζεὺς</l><l n="527">δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι</l><l n="528">κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν</l><l n="529">ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς.</l></q></div><div type="textpart" subtype="Book" n="7"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,</l><l n="2">τῷ δʼ ἅμʼ Ἀλέξανδρος κίʼ ἀδελφεός· ἐν δʼ ἄρα θυμῷ</l><l n="3">ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="4">ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν</l><l n="5">οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι</l><l n="6">πόντον ἐλαύνοντες, καμάτῳ δʼ ὑπὸ γυῖα λέλυνται,</l><l n="7">ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.</l><l n="8"><milestone ed="P" unit="para"/>ἔνθʼ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος</l><l n="9">Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης</l><l n="10">γείνατʼ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις·</l><l n="11">Ἕκτωρ δʼ Ἠϊονῆα βάλʼ ἔγχεϊ ὀξυόεντι</l><l n="12">αὐχένʼ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.</l><l n="13">Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν</l><l n="14">Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην</l><l n="15">Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων</l><l n="16">ὦμον· ὃ δʼ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="17"><milestone ed="P" unit="para"/>τοὺς δʼ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη</l><l n="18">Ἀργείους ὀλέκοντας ἐνὶ κρατερῇ ὑσμίνῃ,</l><l n="19">βῆ ῥα κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα</l><l n="20">Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὄρνυτʼ Ἀπόλλων</l><l n="21">Περγάμου ἐκκατιδών, Τρώεσσι δὲ βούλετο νίκην·</l><l n="22">ἀλλήλοισι δὲ τώ γε συναντέσθην παρὰ φηγῷ.</l><l n="23">τὴν πρότερος προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="24">τίπτε σὺ δʼ αὖ μεμαυῖα Διὸς θύγατερ μεγάλοιο</l><l n="25">ἦλθες ἀπʼ Οὐλύμποιο, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="26">ἦ ἵνα δὴ Δαναοῖσι μάχης ἑτεραλκέα νίκην</l><l n="27">δῷς; ἐπεὶ οὔ τι Τρῶας ἀπολλυμένους ἐλεαίρεις.</l><l n="28">ἀλλʼ εἴ μοί τι πίθοιο τό κεν πολὺ κέρδιον εἴη·</l><l n="29">νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα</l><l n="30">σήμερον· ὕστερον αὖτε μαχήσοντʼ εἰς ὅ κε τέκμωρ</l><l n="31">Ἰλίου εὕρωσιν, ἐπεὶ ὣς φίλον ἔπλετο θυμῷ</l><l n="32">ὑμῖν ἀθανάτῃσι, διαπραθέειν τόδε ἄστυ.</l></q><l n="33"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="34">ὧδʼ ἔστω ἑκάεργε· τὰ γὰρ φρονέουσα καὶ αὐτὴ</l><l n="35">ἦλθον ἀπʼ Οὐλύμποιο μετὰ Τρῶας καὶ Ἀχαιούς.</l><l n="36">ἀλλʼ ἄγε πῶς μέμονας πόλεμον καταπαυσέμεν ἀνδρῶν;</l></q><l n="37"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="38">Ἕκτορος ὄρσωμεν κρατερὸν μένος ἱπποδάμοιο,</l><l n="39">ἤν τινά που Δαναῶν προκαλέσσεται οἰόθεν οἶος</l><l n="40">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="41">οἳ δέ κʼ ἀγασσάμενοι χαλκοκνήμιδες Ἀχαιοὶ</l><l n="42">οἶον ἐπόρσειαν πολεμίζειν Ἕκτορι δίῳ.</l><milestone ed="p" n="43" unit="card"/></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ γλαυκῶπις Ἀθήνη.</l><l n="44">τῶν δʼ Ἕλενος Πριάμοιο φίλος παῖς σύνθετο θυμῷ</l><l n="45">βουλήν, ἥ ῥα θεοῖσιν ἐφήνδανε μητιόωσι·</l><l n="46">στῆ δὲ παρʼ Ἕκτορʼ ἰὼν καί μιν πρὸς μῦθον ἔειπεν·</l><q><l n="47">Ἕκτορ υἱὲ Πριάμοιο Διὶ μῆτιν ἀτάλαντε</l><l n="48">ἦ ῥά νύ μοί τι πίθοιο, κασίγνητος δέ τοί εἰμι·</l><l n="49">ἄλλους μὲν κάθισον Τρῶας καὶ πάντας Ἀχαιούς,</l><l n="50">αὐτὸς δὲ προκάλεσσαι Ἀχαιῶν ὅς τις ἄριστος</l><l n="51">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι·</l><l n="52">οὐ γάρ πώ τοι μοῖρα θανεῖν καὶ πότμον ἐπισπεῖν·</l><l n="53">ὣς γὰρ ἐγὼ ὄπʼ ἄκουσα θεῶν αἰειγενετάων.</l></q><l n="54"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτε χάρη μέγα μῦθον ἀκούσας,</l><l n="55">καί ῥʼ ἐς μέσσον ἰὼν Τρώων ἀνέεργε φάλαγγας,</l><l n="56">μέσσου δουρὸς ἑλών· οἳ δʼ ἱδρύνθησαν ἅπαντες.</l><l n="57">κὰδ δʼ Ἀγαμέμνων εἷσεν ἐϋκνήμιδας Ἀχαιούς·</l><l n="58">κὰδ δʼ ἄρʼ Ἀθηναίη τε καὶ ἀργυρότοξος Ἀπόλλων</l><l n="59">ἑζέσθην ὄρνισιν ἐοικότες αἰγυπιοῖσι</l><l n="60">φηγῷ ἐφʼ ὑψηλῇ πατρὸς Διὸς αἰγιόχοιο</l><l n="61">ἀνδράσι τερπόμενοι· τῶν δὲ στίχες εἵατο πυκναὶ</l><l n="62">ἀσπίσι καὶ κορύθεσσι καὶ ἔγχεσι πεφρικυῖαι.</l><l n="63">οἵη δὲ Ζεφύροιο ἐχεύατο πόντον ἔπι φρὶξ</l><l n="64">ὀρνυμένοιο νέον, μελάνει δέ τε πόντος ὑπʼ αὐτῆς,</l><l n="65">τοῖαι ἄρα στίχες εἵατʼ Ἀχαιῶν τε Τρώων τε</l><l n="66">ἐν πεδίῳ· Ἕκτωρ δὲ μετʼ ἀμφοτέροισιν ἔειπε·</l><q><l n="67">κέκλυτέ μευ Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="68">ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.</l><l n="69">ὅρκια μὲν Κρονίδης ὑψίζυγος οὐκ ἐτέλεσσεν,</l><l n="70">ἀλλὰ κακὰ φρονέων τεκμαίρεται ἀμφοτέροισιν</l><l n="71">εἰς ὅ κεν ἢ ὑμεῖς Τροίην εὔπυργον ἕλητε</l><l n="72">ἢ αὐτοὶ παρὰ νηυσὶ δαμείετε ποντοπόροισιν.</l><l n="73">ὑμῖν δʼ ἐν γὰρ ἔασιν ἀριστῆες Παναχαιῶν·</l><l n="74">τῶν νῦν ὅν τινα θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="75">δεῦρʼ ἴτω ἐκ πάντων πρόμος ἔμμεναι Ἕκτορι δίῳ.</l><l n="76">ὧδε δὲ μυθέομαι, Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω·</l><l n="77">εἰ μέν κεν ἐμὲ κεῖνος ἕλῃ ταναήκεϊ χαλκῷ,</l><l n="78">τεύχεα συλήσας φερέτω κοίλας ἐπὶ νῆας,</l><l n="79">σῶμα δὲ οἴκαδʼ ἐμὸν δόμεναι πάλιν, ὄφρα πυρός με</l><l n="80">Τρῶες καὶ Τρώων ἄλοχοι λελάχωσι θανόντα.</l><l n="81">εἰ δέ κʼ ἐγὼ τὸν ἕλω, δώῃ δέ μοι εὖχος Ἀπόλλων,</l><l n="82">τεύχεα σύλησας οἴσω προτὶ Ἴλιον ἱρήν,</l><l n="83">καὶ κρεμόω προτὶ νηὸν Ἀπόλλωνος ἑκάτοιο,</l><l n="84">τὸν δὲ νέκυν ἐπὶ νῆας ἐϋσσέλμους ἀποδώσω,</l><l n="85">ὄφρά ἑ ταρχύσωσι κάρη κομόωντες Ἀχαιοί,</l><l n="86">σῆμά τέ οἱ χεύωσιν ἐπὶ πλατεῖ Ἑλλησπόντῳ.</l><l n="87">καί ποτέ τις εἴπῃσι καὶ ὀψιγόνων ἀνθρώπων</l><l n="88">νηῒ πολυκλήϊδι πλέων ἐπὶ οἴνοπα πόντον·</l><q><l n="89">ἀνδρὸς μὲν τόδε σῆμα πάλαι κατατεθνηῶτος,</l><l n="90">ὅν ποτʼ ἀριστεύοντα κατέκτανε φαίδιμος Ἕκτωρ.</l></q><l n="91">ὥς ποτέ τις ἐρέει· τὸ δʼ ἐμὸν κλέος οὔ ποτʼ ὀλεῖται.</l><milestone ed="p" n="92" unit="card"/></q><l n="92"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·</l><l n="93">αἴδεσθεν μὲν ἀνήνασθαι, δεῖσαν δʼ ὑποδέχθαι·</l><l n="94">ὀψὲ δὲ δὴ Μενέλαος ἀνίστατο καὶ μετέειπε</l><l n="95">νείκει ὀνειδίζων, μέγα δὲ στεναχίζετο θυμῷ·</l><q><l n="96">ὤ μοι ἀπειλητῆρες Ἀχαιΐδες οὐκέτʼ Ἀχαιοί·</l><l n="97">ἦ μὲν δὴ λώβη τάδε γʼ ἔσσεται αἰνόθεν αἰνῶς</l><l n="98">εἰ μή τις Δαναῶν νῦν Ἕκτορος ἀντίος εἶσιν.</l><l n="99">ἀλλʼ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε</l><l n="100">ἥμενοι αὖθι ἕκαστοι ἀκήριοι ἀκλεὲς αὔτως·</l><l n="101">τῷδε δʼ ἐγὼν αὐτὸς θωρήξομαι· αὐτὰρ ὕπερθε</l><l n="102">νίκης πείρατʼ ἔχονται ἐν ἀθανάτοισι θεοῖσιν.</l></q><l n="103"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας κατεδύσετο τεύχεα καλά.</l><l n="104">ἔνθά κέ τοι Μενέλαε φάνη βιότοιο τελευτὴ</l><l n="105">Ἕκτορος ἐν παλάμῃσιν, ἐπεὶ πολὺ φέρτερος ἦεν,</l><l n="106">εἰ μὴ ἀναΐξαντες ἕλον βασιλῆες Ἀχαιῶν,</l><l n="107">αὐτός τʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="108">δεξιτερῆς ἕλε χειρὸς ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="109">ἀφραίνεις Μενέλαε διοτρεφές, οὐδέ τί σε χρὴ</l><l n="110">ταύτης ἀφροσύνης· ἀνὰ δὲ σχέο κηδόμενός περ,</l><l n="111">μηδʼ ἔθελʼ ἐξ ἔριδος σεῦ ἀμείνονι φωτὶ μάχεσθαι</l><l n="112">Ἕκτορι Πριαμίδῃ, τόν τε στυγέουσι καὶ ἄλλοι.</l><l n="113">καὶ δʼ Ἀχιλεὺς τούτῳ γε μάχῃ ἔνι κυδιανείρῃ</l><l n="114">ἔρριγʼ ἀντιβολῆσαι, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="115">ἀλλὰ σὺ μὲν νῦν ἵζευ ἰὼν μετὰ ἔθνος ἑταίρων,</l><l n="116">τούτῳ δὲ πρόμον ἄλλον ἀναστήσουσιν Ἀχαιοί.</l><l n="117">εἴ περ ἀδειής τʼ ἐστὶ καὶ εἰ μόθου ἔστʼ ἀκόρητος,</l><l n="118">φημί μιν ἀσπασίως γόνυ κάμψειν, αἴ κε φύγῃσι</l><l n="119">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l></q><l n="120"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως</l><l n="121">αἴσιμα παρειπών, ὃ δʼ ἐπείθετο· τοῦ μὲν ἔπειτα</l><l n="122">γηθόσυνοι θεράποντες ἀπʼ ὤμων τεύχεʼ ἕλοντο·</l><l n="123">Νέστωρ δʼ Ἀργείοισιν ἀνίστατο καὶ μετέειπεν·</l><q><l n="124">ὢ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει.</l><l n="125">ἦ κε μέγʼ οἰμώξειε γέρων ἱππηλάτα Πηλεὺς</l><l n="126">ἐσθλὸς Μυρμιδόνων βουληφόρος ἠδʼ ἀγορητής,</l><l n="127">ὅς ποτέ μʼ εἰρόμενος μέγʼ ἐγήθεεν ᾧ ἐνὶ οἴκῳ</l><l n="128">πάντων Ἀργείων ἐρέων γενεήν τε τόκον τε.</l><l n="129">τοὺς νῦν εἰ πτώσσοντας ὑφʼ Ἕκτορι πάντας ἀκούσαι,</l><l n="130">πολλά κεν ἀθανάτοισι φίλας ἀνὰ χεῖρας ἀείραι</l><l n="131">θυμὸν ἀπὸ μελέων δῦναι δόμον Ἄϊδος εἴσω.</l><milestone ed="p" n="132" unit="card"/><l n="132">αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον</l><l n="133">ἡβῷμʼ ὡς ὅτʼ ἐπʼ ὠκυρόῳ Κελάδοντι μάχοντο</l><l n="134">ἀγρόμενοι Πύλιοί τε καὶ Ἀρκάδες ἐγχεσίμωροι</l><l n="135">Φειᾶς πὰρ τείχεσσιν Ἰαρδάνου ἀμφὶ ῥέεθρα.</l><l n="136">τοῖσι δʼ Ἐρευθαλίων πρόμος ἵστατο ἰσόθεος φὼς</l><l n="137">τεύχεʼ ἔχων ὤμοισιν Ἀρηϊθόοιο ἄνακτος</l><l n="138">δίου Ἀρηϊθόου, τὸν ἐπίκλησιν κορυνήτην</l><l n="139">ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες</l><l n="140">οὕνεκʼ ἄρʼ οὐ τόξοισι μαχέσκετο δουρί τε μακρῷ,</l><l n="141">ἀλλὰ σιδηρείῃ κορύνῃ ῥήγνυσκε φάλαγγας.</l><l n="142">τὸν Λυκόοργος ἔπεφνε δόλῳ, οὔ τι κράτεΐ γε,</l><l n="143">στεινωπῷ ἐν ὁδῷ ὅθʼ ἄρʼ οὐ κορύνη οἱ ὄλεθρον</l><l n="144">χραῖσμε σιδηρείη· πρὶν γὰρ Λυκόοργος ὑποφθὰς</l><l n="145">δουρὶ μέσον περόνησεν, ὃ δʼ ὕπτιος οὔδει ἐρείσθη·</l><l n="146">τεύχεα δʼ ἐξενάριξε, τά οἱ πόρε χάλκεος Ἄρης.</l><l n="147">καὶ τὰ μὲν αὐτὸς ἔπειτα φόρει μετὰ μῶλον Ἄρηος·</l><l n="148">αὐτὰρ ἐπεὶ Λυκόοργος ἐνὶ μεγάροισιν ἐγήρα,</l><l n="149">δῶκε δʼ Ἐρευθαλίωνι φίλῳ θεράποντι φορῆναι·</l><l n="150">τοῦ ὅ γε τεύχεʼ ἔχων προκαλίζετο πάντας ἀρίστους.</l><l n="151">οἳ δὲ μάλʼ ἐτρόμεον καὶ ἐδείδισαν, οὐδέ τις ἔτλη·</l><l n="152">ἀλλʼ ἐμὲ θυμὸς ἀνῆκε πολυτλήμων πολεμίζειν</l><l n="153">θάρσεϊ ᾧ· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων·</l><l n="154">καὶ μαχόμην οἱ ἐγώ, δῶκεν δέ μοι εὖχος Ἀθήνη.</l><l n="155">τὸν δὴ μήκιστον καὶ κάρτιστον κτάνον ἄνδρα·</l><l n="156">πολλὸς γάρ τις ἔκειτο παρήορος ἔνθα καὶ ἔνθα.</l><l n="157">εἴθʼ ὣς ἡβώοιμι, βίη δέ μοι ἔμπεδος εἴη·</l><l n="158">τώ κε τάχʼ ἀντήσειε μάχης κορυθαίολος Ἕκτωρ.</l><l n="159">ὑμέων δʼ οἵ περ ἔασιν ἀριστῆες Παναχαιῶν</l><l n="160">οὐδʼ οἳ προφρονέως μέμαθʼ Ἕκτορος ἀντίον ἐλθεῖν.</l></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς νείκεσσʼ ὃ γέρων, οἳ δʼ ἐννέα πάντες ἀνέσταν.</l><l n="162">ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν Ἀγαμέμνων,</l><l n="163">τῷ δʼ ἐπὶ Τυδεΐδης ὦρτο κρατερὸς Διομήδης,</l><l n="164">τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,</l><l n="165">τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος</l><l n="166">Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,</l><l n="167">τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός,</l><l n="168">ἂν δὲ Θόας Ἀνδραιμονίδης καὶ δῖος Ὀδυσσεύς·</l><l n="169">πάντες ἄρʼ οἵ γʼ ἔθελον πολεμίζειν Ἕκτορι δίῳ.</l><l n="170">τοῖς δʼ αὖτις μετέειπε Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="171">κλήρῳ νῦν πεπάλασθε διαμπερὲς ὅς κε λάχῃσιν·</l><l n="172">οὗτος γὰρ δὴ ὀνήσει ἐϋκνήμιδας Ἀχαιούς,</l><l n="173">καὶ δʼ αὐτὸς ὃν θυμὸν ὀνήσεται αἴ κε φύγῃσι</l><l n="174">δηΐου ἐκ πολέμοιο καὶ αἰνῆς δηϊοτῆτος.</l><milestone ed="p" n="175" unit="card"/></q><l n="175"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ κλῆρον ἐσημήναντο ἕκαστος,</l><l n="176">ἐν δʼ ἔβαλον κυνέῃ Ἀγαμέμνονος Ἀτρεΐδαο.</l><l n="177">λαοὶ δʼ ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον·</l><l n="178">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="179">Ζεῦ πάτερ ἢ Αἴαντα λαχεῖν, ἢ Τυδέος υἱόν,</l><l n="180">ἢ αὐτὸν βασιλῆα πολυχρύσοιο Μυκήνης.</l></q><l n="181"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, πάλλεν δὲ Γερήνιος ἱππότα Νέστωρ,</l><l n="182">ἐκ δʼ ἔθορε κλῆρος κυνέης ὃν ἄρʼ ἤθελον αὐτοὶ</l><l n="183">Αἴαντος· κῆρυξ δὲ φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="184">δεῖξʼ ἐνδέξια πᾶσιν ἀριστήεσσιν Ἀχαιῶν.</l><l n="185">οἳ δʼ οὐ γιγνώσκοντες ἀπηνήναντο ἕκαστος.</l><l n="186">ἀλλʼ ὅτε δὴ τὸν ἵκανε φέρων ἀνʼ ὅμιλον ἁπάντῃ</l><l n="187">ὅς μιν ἐπιγράψας κυνέῃ βάλε φαίδιμος Αἴας,</l><l n="188">ἤτοι ὑπέσχεθε χεῖρʼ, ὃ δʼ ἄρʼ ἔμβαλεν ἄγχι παραστάς,</l><l n="189">γνῶ δὲ κλήρου σῆμα ἰδών, γήθησε δὲ θυμῷ.</l><l n="190">τὸν μὲν πὰρ πόδʼ ἑὸν χαμάδις βάλε φώνησέν τε·</l><q><l n="191">ὦ φίλοι ἤτοι κλῆρος ἐμός, χαίρω δὲ καὶ αὐτὸς</l><l n="192">θυμῷ, ἐπεὶ δοκέω νικησέμεν Ἕκτορα δῖον.</l><l n="193">ἀλλʼ ἄγετʼ ὄφρʼ ἂν ἐγὼ πολεμήϊα τεύχεα δύω,</l><l n="194">τόφρʼ ὑμεῖς εὔχεσθε Διὶ Κρονίωνι ἄνακτι</l><l n="195">σιγῇ ἐφʼ ὑμείων ἵνα μὴ Τρῶές γε πύθωνται,</l><l n="196">ἠὲ καὶ ἀμφαδίην, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης·</l><l n="197">οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται</l><l n="198">οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδʼ ἐμὲ νήϊδά γʼ οὕτως</l><l n="199">ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε.</l></q><l n="200"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι·</l><l n="201">ὧδε δέ τις εἴπεσκεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="202">Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε</l><l n="203">δὸς νίκην Αἴαντι καὶ ἀγλαὸν εὖχος ἀρέσθαι·</l><l n="204">εἰ δὲ καὶ Ἕκτορά περ φιλέεις καὶ κήδεαι αὐτοῦ,</l><l n="205">ἴσην ἀμφοτέροισι βίην καὶ κῦδος ὄπασσον.</l><milestone ed="p" n="206" unit="card"/></q><l n="206"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφαν, Αἴας δὲ κορύσσετο νώροπι χαλκῷ.</l><l n="207">αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ ἕσσατο τεύχεα,</l><l n="208">σεύατʼ ἔπειθʼ οἷός τε πελώριος ἔρχεται Ἄρης,</l><l n="209">ὅς τʼ εἶσιν πόλεμον δὲ μετʼ ἀνέρας οὕς τε Κρονίων</l><l n="210">θυμοβόρου ἔριδος μένεϊ ξυνέηκε μάχεσθαι.</l><l n="211">τοῖος ἄρʼ Αἴας ὦρτο πελώριος ἕρκος Ἀχαιῶν</l><l n="212">μειδιόων βλοσυροῖσι προσώπασι· νέρθε δὲ ποσσὶν</l><l n="213">ἤϊε μακρὰ βιβάς, κραδάων δολιχόσκιον ἔγχος.</l><l n="214">τὸν δὲ καὶ Ἀργεῖοι μὲν ἐγήθεον εἰσορόωντες,</l><l n="215">Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον,</l><l n="216">Ἕκτορί τʼ αὐτῷ θυμὸς ἐνὶ στήθεσσι πάτασσεν·</l><l n="217">ἀλλʼ οὔ πως ἔτι εἶχεν ὑποτρέσαι οὐδʼ ἀναδῦναι</l><l n="218">ἂψ λαῶν ἐς ὅμιλον, ἐπεὶ προκαλέσσατο χάρμῃ.</l><l n="219">Αἴας δʼ ἐγγύθεν ἦλθε φέρων σάκος ἠΰτε πύργον</l><l n="220">χάλκεον ἑπταβόειον, ὅ οἱ Τυχίος κάμε τεύχων</l><l n="221">σκυτοτόμων ὄχʼ ἄριστος Ὕλῃ ἔνι οἰκία ναίων,</l></div></div></body></text></TEI>