δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης, ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι. αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο, ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων. τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω. ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης, οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις· ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν. ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός, ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα. καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις, ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν. ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ· αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας, οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν, ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε. Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν· εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε· πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο; ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται; τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν· Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι, οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται, ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν. ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.