<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="33">Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="34">ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας</l><l n="35">Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως</l><l n="36">φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.</l><milestone ed="p" n="37" unit="card"/><l n="37"><milestone ed="P" unit="para"/>Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="38">ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο</l><l n="39">ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα</l><l n="40">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην</l><l n="41">πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,</l><l n="42">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη</l><l n="43">πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη</l><l n="44">Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.</l><l n="45">Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·</l><q><l n="46">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="47">πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται</l><l n="48">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l><l n="49">τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσιʼ ἄποινα</l></q></div></div></body></text></TEI>