ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε. τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι· δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ, λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ, ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο. ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται. τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής· Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν, τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον· οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι. νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας. ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω· ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω. ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ· τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι· δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης, ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης, ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι. αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο, ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις, ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων. τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω