<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="305">πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων</l><l n="306">ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν</l><l n="307">πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,</l><l n="308">ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="309">ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς</l><l n="310">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.</l></q><l n="311"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.</l><l n="312">ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="313">Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει</l><l n="314">καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι</l><l n="315">ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,</l><l n="316">οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν</l><l n="317">ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.</l><l n="318">ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ</l><l n="319">ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς</l><l n="320">αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.</l><l n="321">τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα</l></div></div></body></text></TEI>