πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων, ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα. ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη. ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο, Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες, οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ. ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης. τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα