<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="3">ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα</l><l n="4">μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.</l><l n="5"><milestone ed="P" unit="para"/>Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν</l><l n="6">Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν,</l><l n="7">ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο</l><l n="8">υἱὸν Ἐϋσσώρου Ἀκάμαντʼ ἠΰν τε μέγαν τε.</l><l n="9">τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,</l><l n="10">ἐν δὲ μετώπῳ πῆξε, πέρησε δʼ ἄρʼ ὀστέον εἴσω</l><l n="11">αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="12"><milestone ed="P" unit="para"/>Ἄξυλον δʼ ἄρʼ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης</l><l n="13">Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ</l><l n="14">ἀφνειὸς βιότοιο, φίλος δʼ ἦν ἀνθρώποισι.</l><l n="15">πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων.</l><l n="16">ἀλλά οἱ οὔ τις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον</l><l n="17">πρόσθεν ὑπαντιάσας, ἀλλʼ ἄμφω θυμὸν ἀπηύρα</l><l n="18">αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθʼ ἵππων</l><l n="19">ἔσκεν ὑφηνίοχος· τὼ δʼ ἄμφω γαῖαν ἐδύτην.</l><l n="20"><milestone ed="P" unit="para"/>Δρῆσον δʼ Εὐρύαλος καὶ Ὀφέλτιον ἐξενάριξε·</l><l n="21">βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον, οὕς ποτε νύμφη</l><l n="22">νηῒς Ἀβαρβαρέη τέκʼ ἀμύμονι Βουκολίωνι.</l><l n="23">Βουκολίων δʼ ἦν υἱὸς ἀγαυοῦ Λαομέδοντος</l><l n="24">πρεσβύτατος γενεῇ, σκότιον δέ ἑ γείνατο μήτηρ·</l><l n="25">ποιμαίνων δʼ ἐπʼ ὄεσσι μίγη φιλότητι καὶ εὐνῇ,</l><l n="26">ἣ δʼ ὑποκυσαμένη διδυμάονε γείνατο παῖδε.</l><l n="27">καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα</l><l n="28">Μηκιστηϊάδης καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="29"><milestone ed="P" unit="para"/>Ἀστύαλον δʼ ἄρʼ ἔπεφνε μενεπτόλεμος Πολυποίτης·</l><l n="30">Πιδύτην δʼ Ὀδυσεὺς Περκώσιον ἐξενάριξεν</l><l n="31">ἔγχεϊ χαλκείῳ, Τεῦκρος δʼ Ἀρετάονα δῖον.</l><l n="32">Ἀντίλοχος δʼ Ἄβληρον ἐνήρατο δουρὶ φαεινῷ</l><l n="33">Νεστορίδης, Ἔλατον δὲ ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><l n="34">ναῖε δὲ Σατνιόεντος ἐϋρρείταο παρʼ ὄχθας</l><l n="35">Πήδασον αἰπεινήν. Φύλακον δʼ ἕλε Λήϊτος ἥρως</l><l n="36">φεύγοντʼ· Εὐρύπυλος δὲ Μελάνθιον ἐξενάριξεν.</l><milestone ed="p" n="37" unit="card"/><l n="37"><milestone ed="P" unit="para"/>Ἄδρηστον δʼ ἄρʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος</l><l n="38">ζωὸν ἕλʼ· ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο</l><l n="39">ὄζῳ ἔνι βλαφθέντε μυρικίνῳ ἀγκύλον ἅρμα</l><l n="40">ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ αὐτὼ μὲν ἐβήτην</l><l n="41">πρὸς πόλιν, ᾗ περ οἱ ἄλλοι ἀτυζόμενοι φοβέοντο,</l><l n="42">αὐτὸς δʼ ἐκ δίφροιο παρὰ τροχὸν ἐξεκυλίσθη</l><l n="43">πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα· πὰρ δέ οἱ ἔστη</l><l n="44">Ἀτρεΐδης Μενέλαος ἔχων δολιχόσκιον ἔγχος.</l><l n="45">Ἄδρηστος δʼ ἄρʼ ἔπειτα λαβὼν ἐλίσσετο γούνων·</l><q><l n="46">ζώγρει Ἀτρέος υἱέ, σὺ δʼ ἄξια δέξαι ἄποινα·</l><l n="47">πολλὰ δʼ ἐν ἀφνειοῦ πατρὸς κειμήλια κεῖται</l><l n="48">χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος,</l></q></div></div></body></text></TEI>