<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="288">αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,</l><l n="289">ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν</l><l n="290">Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς</l><l n="291">ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,</l><l n="292">τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·</l><l n="293">τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,</l><l n="294">ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,</l><l n="295">ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.</l><l n="296">βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.</l><milestone ed="p" n="297" unit="card"/><l n="297"><milestone ed="P" unit="para"/>αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,</l><l n="298">τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος</l><l n="299">Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·</l><l n="300">τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.</l><l n="301">αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·</l><l n="302">ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος</l><l n="303">θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="304">εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l></div></div></body></text></TEI>