<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="271">πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος</l><l n="272">ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,</l><l n="273">τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="274">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="275">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="276">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="277">αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="278">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.</l><l n="279">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="280">ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω</l><l n="281">αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι</l><l n="282">γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα</l><l n="283">Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.</l><l n="284">εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω</l><l n="285">φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.</l></q><l n="286"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι</l><l n="287">κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.</l></div></div></body></text></TEI>