<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="269">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="270">ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·</l><l n="271">πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος</l><l n="272">ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,</l><l n="273">τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="274">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="275">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="276">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="277">αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="278">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.</l><l n="269">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="280">ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω</l><l n="281">αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι</l><l n="282">γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα</l><l n="283">Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.</l><l n="284">εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω</l><l n="285">φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.</l></q><l n="286"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι</l><l n="287">κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.</l><l n="288">αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,</l><l n="289">ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν</l><l n="290">Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς</l><l n="291">ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,</l><l n="292">τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·</l><l n="293">τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,</l><l n="294">ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,</l><l n="295">ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.</l><l n="296">βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.</l><milestone ed="p" n="297" unit="card"/><l n="297"><milestone ed="P" unit="para"/>αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,</l><l n="298">τῇσι θύρας ὤϊξε Θεανὼ καλλιπάρῃος</l><l n="299">Κισσηῒς ἄλοχος Ἀντήνορος ἱπποδάμοιο·</l><l n="300">τὴν γὰρ Τρῶες ἔθηκαν Ἀθηναίης ἱέρειαν.</l><l n="301">αἳ δʼ ὀλολυγῇ πᾶσαι Ἀθήνῃ χεῖρας ἀνέσχον·</l><l n="302">ἣ δʼ ἄρα πέπλον ἑλοῦσα Θεανὼ καλλιπάρῃος</l><l n="303">θῆκεν Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="304">εὐχομένη δʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο·</l><q><l n="305">πότνιʼ Ἀθηναίη ἐρυσίπτολι δῖα θεάων</l><l n="306">ἆξον δὴ ἔγχος Διομήδεος, ἠδὲ καὶ αὐτὸν</l><l n="307">πρηνέα δὸς πεσέειν Σκαιῶν προπάροιθε πυλάων,</l><l n="308">ὄφρά τοι αὐτίκα νῦν δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="309">ἤνις ἠκέστας ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃς</l><l n="310">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα.</l></q><l n="311"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη.</l><l n="312">ὣς αἳ μέν ῥʼ εὔχοντο Διὸς κούρῃ μεγάλοιο,</l><l n="313">Ἕκτωρ δὲ πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει</l><l n="314">καλά, τά ῥʼ αὐτὸς ἔτευξε σὺν ἀνδράσιν οἳ τότʼ ἄριστοι</l><l n="315">ἦσαν ἐνὶ Τροίῃ ἐριβώλακι τέκτονες ἄνδρες,</l><l n="316">οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλὴν</l><l n="317">ἐγγύθι τε Πριάμοιο καὶ Ἕκτορος ἐν πόλει ἄκρῃ.</l><l n="318">ἔνθʼ Ἕκτωρ εἰσῆλθε Διῒ φίλος, ἐν δʼ ἄρα χειρὶ</l><l n="319">ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς</l><l n="320">αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης.</l><l n="321">τὸν δʼ εὗρʼ ἐν θαλάμῳ περικαλλέα τεύχεʼ ἕποντα</l><l n="322">ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα·</l><l n="323">Ἀργείη δʼ Ἑλένη μετʼ ἄρα δμῳῇσι γυναιξὶν</l><l n="324">ἧστο καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε.</l><l n="325">τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσι·</l><q><l n="326">δαιμόνιʼ οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ,</l><l n="327">λαοὶ μὲν φθινύθουσι περὶ πτόλιν αἰπύ τε τεῖχος</l><l n="328">μαρνάμενοι· σέο δʼ εἵνεκʼ ἀϋτή τε πτόλεμός τε</l><l n="329">ἄστυ τόδʼ ἀμφιδέδηε· σὺ δʼ ἂν μαχέσαιο καὶ ἄλλῳ,</l><l n="330">ὅν τινά που μεθιέντα ἴδοις στυγεροῦ πολέμοιο.</l><l n="331">ἀλλʼ ἄνα μὴ τάχα ἄστυ πυρὸς δηΐοιο θέρηται.</l></q><milestone ed="p" n="332" unit="card"/><l n="332"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής·</l><q><l n="333">Ἕκτορ ἐπεί με κατʼ αἶσαν ἐνείκεσας οὐδʼ ὑπὲρ αἶσαν,</l><l n="334">τοὔνεκά τοι ἐρέω· σὺ δὲ σύνθεο καί μευ ἄκουσον·</l><l n="335">οὔ τοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσι</l><l n="336">ἥμην ἐν θαλάμῳ, ἔθελον δʼ ἄχεϊ προτραπέσθαι.</l><l n="337">νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν</l><l n="338">ὅρμησʼ ἐς πόλεμον· δοκέει δέ μοι ὧδε καὶ αὐτῷ</l><l n="339">λώϊον ἔσσεσθαι· νίκη δʼ ἐπαμείβεται ἄνδρας.</l><l n="340">ἀλλʼ ἄγε νῦν ἐπίμεινον, Ἀρήϊα τεύχεα δύω·</l><l n="341">ἢ ἴθʼ, ἐγὼ δὲ μέτειμι· κιχήσεσθαι δέ σʼ ὀΐω.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη κορυθαίολος Ἕκτωρ·</l><l n="343">τὸν δʼ Ἑλένη μύθοισι προσηύδα μειλιχίοισι·</l><q><l n="344">δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης,</l><l n="345">ὥς μʼ ὄφελʼ ἤματι τῷ ὅτε με πρῶτον τέκε μήτηρ</l><l n="346">οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα</l><l n="347">εἰς ὄρος ἢ εἰς κῦμα πολυφλοίσβοιο θαλάσσης,</l><l n="348">ἔνθά με κῦμʼ ἀπόερσε πάρος τάδε ἔργα γενέσθαι.</l><l n="349">αὐτὰρ ἐπεὶ τάδε γʼ ὧδε θεοὶ κακὰ τεκμήραντο,</l><l n="350">ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος εἶναι ἄκοιτις,</l><l n="351">ὃς ᾔδη νέμεσίν τε καὶ αἴσχεα πόλλʼ ἀνθρώπων.</l><l n="352">τούτῳ δʼ οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω</l><l n="353">ἔσσονται· τὼ καί μιν ἐπαυρήσεσθαι ὀΐω.</l><l n="354">ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τῷδʼ ἐπὶ δίφρῳ</l><l n="355">δᾶερ, ἐπεί σε μάλιστα πόνος φρένας ἀμφιβέβηκεν</l><l n="356">εἵνεκʼ ἐμεῖο κυνὸς καὶ Ἀλεξάνδρου ἕνεκʼ ἄτης,</l><l n="357">οἷσιν ἐπὶ Ζεὺς θῆκε κακὸν μόρον, ὡς καὶ ὀπίσσω</l><l n="358">ἀνθρώποισι πελώμεθʼ ἀοίδιμοι ἐσσομένοισι.</l></q><l n="359"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ</l><q><l n="360">μή με κάθιζʼ Ἑλένη φιλέουσά περ· οὐδέ με πείσεις·</l><l n="361">ἤδη γάρ μοι θυμὸς ἐπέσσυται ὄφρʼ ἐπαμύνω</l><l n="362">Τρώεσσʼ, οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν.</l><l n="363">ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον, ἐπειγέσθω δὲ καὶ αὐτός,</l><l n="364">ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος καταμάρψῃ ἐόντα.</l><l n="365">καὶ γὰρ ἐγὼν οἶκον δὲ ἐλεύσομαι ὄφρα ἴδωμαι</l><l n="366">οἰκῆας ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν.</l><l n="367">οὐ γὰρ οἶδʼ εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι αὖτις,</l><l n="368">ἦ ἤδη μʼ ὑπὸ χερσὶ θεοὶ δαμόωσιν Ἀχαιῶν.</l><milestone ed="p" n="369" unit="card"/></q><l n="369"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἀπέβη κορυθαίολος Ἕκτωρ·</l><l n="370">αἶψα δʼ ἔπειθʼ ἵκανε δόμους εὖ ναιετάοντας,</l><l n="371">οὐδʼ εὗρʼ Ἀνδρομάχην λευκώλενον ἐν μεγάροισιν,</l><l n="372">ἀλλʼ ἥ γε ξὺν παιδὶ καὶ ἀμφιπόλῳ ἐϋπέπλῳ</l><l n="373">πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε.</l><l n="374">Ἕκτωρ δʼ ὡς οὐκ ἔνδον ἀμύμονα τέτμεν ἄκοιτιν</l><l n="375">ἔστη ἐπʼ οὐδὸν ἰών, μετὰ δὲ δμῳῇσιν ἔειπεν·</l><q><l n="376">εἰ δʼ ἄγε μοι δμῳαὶ νημερτέα μυθήσασθε·</l><l n="377">πῇ ἔβη Ἀνδρομάχη λευκώλενος ἐκ μεγάροιο;</l><l n="378">ἠέ πῃ ἐς γαλόων ἢ εἰνατέρων ἐϋπέπλων</l><l n="379">ἢ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="380">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται;</l></q><l n="381"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ ὀτρηρὴ ταμίη πρὸς μῦθον ἔειπεν·</l><q><l n="382">Ἕκτορ ἐπεὶ μάλʼ ἄνωγας ἀληθέα μυθήσασθαι,</l><l n="383">οὔτέ πῃ ἐς γαλόων οὔτʼ εἰνατέρων ἐϋπέπλων</l><l n="384">οὔτʼ ἐς Ἀθηναίης ἐξοίχεται, ἔνθά περ ἄλλαι</l><l n="385">Τρῳαὶ ἐϋπλόκαμοι δεινὴν θεὸν ἱλάσκονται,</l><l n="386">ἀλλʼ ἐπὶ πύργον ἔβη μέγαν Ἰλίου, οὕνεκʼ ἄκουσε</l><l n="387">τείρεσθαι Τρῶας, μέγα δὲ κράτος εἶναι Ἀχαιῶν.</l><l n="388">ἣ μὲν δὴ πρὸς τεῖχος ἐπειγομένη ἀφικάνει</l><l n="389">μαινομένῃ ἐϊκυῖα· φέρει δʼ ἅμα παῖδα τιθήνη.</l></q><l n="390"><milestone ed="P" unit="para"/>ἦ ῥα γυνὴ ταμίη, ὃ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ</l><l n="391">τὴν αὐτὴν ὁδὸν αὖτις ἐϋκτιμένας κατʼ ἀγυιάς.</l><l n="392">εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ</l><l n="393">Σκαιάς, τῇ ἄρʼ ἔμελλε διεξίμεναι πεδίον δέ,</l><l n="394">ἔνθʼ ἄλοχος πολύδωρος ἐναντίη ἦλθε θέουσα</l><l n="395">Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος</l><l n="396">Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ ὑληέσσῃ</l><l n="397">Θήβῃ Ὑποπλακίῃ Κιλίκεσσʼ ἄνδρεσσιν ἀνάσσων·</l><l n="398">τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι χαλκοκορυστῇ.</l><l n="399">ἥ οἱ ἔπειτʼ ἤντησʼ, ἅμα δʼ ἀμφίπολος κίεν αὐτῇ</l><l n="400">παῖδʼ ἐπὶ κόλπῳ ἔχουσʼ ἀταλάφρονα νήπιον αὔτως</l><l n="401">Ἑκτορίδην ἀγαπητὸν ἀλίγκιον ἀστέρι καλῷ,</l><l n="402">τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι</l><l n="403">Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ.</l><l n="404">ἤτοι ὃ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ·</l><l n="405">Ἀνδρομάχη δέ οἱ ἄγχι παρίστατο δάκρυ χέουσα,</l><l n="406">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="407">δαιμόνιε φθίσει σε τὸ σὸν μένος, οὐδʼ ἐλεαίρεις</l><l n="408">παῖδά τε νηπίαχον καὶ ἔμʼ ἄμμορον, ἣ τάχα χήρη</l><l n="409">σεῦ ἔσομαι· τάχα γάρ σε κατακτανέουσιν Ἀχαιοὶ</l><l n="410">πάντες ἐφορμηθέντες· ἐμοὶ δέ κε κέρδιον εἴη</l><l n="411">σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι· οὐ γὰρ ἔτʼ ἄλλη</l><l n="412">ἔσται θαλπωρὴ ἐπεὶ ἂν σύ γε πότμον ἐπίσπῃς</l><l n="413">ἀλλʼ ἄχεʼ· οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ.</l><milestone ed="p" n="414" unit="card"/><l n="414">ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς,</l><l n="415">ἐκ δὲ πόλιν πέρσεν Κιλίκων εὖ ναιετάουσαν</l><l n="416">Θήβην ὑψίπυλον· κατὰ δʼ ἔκτανεν Ἠετίωνα,</l><l n="417">οὐδέ μιν ἐξενάριξε, σεβάσσατο γὰρ τό γε θυμῷ,</l><l n="418">ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσι δαιδαλέοισιν</l><l n="419">ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν· περὶ δὲ πτελέας ἐφύτευσαν</l><l n="420">νύμφαι ὀρεστιάδες κοῦραι Διὸς αἰγιόχοιο.</l><l n="421">οἳ δέ μοι ἑπτὰ κασίγνητοι ἔσαν ἐν μεγάροισιν</l><l n="422">οἳ μὲν πάντες ἰῷ κίον ἤματι Ἄϊδος εἴσω·</l><l n="423">πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="424">βουσὶν ἐπʼ εἰλιπόδεσσι καὶ ἀργεννῇς ὀΐεσσι.</l><l n="425">μητέρα δʼ, ἣ βασίλευεν ὑπὸ Πλάκῳ ὑληέσσῃ,</l><l n="426">τὴν ἐπεὶ ἂρ δεῦρʼ ἤγαγʼ ἅμʼ ἄλλοισι κτεάτεσσιν,</l><l n="427">ἂψ ὅ γε τὴν ἀπέλυσε λαβὼν ἀπερείσιʼ ἄποινα,</l><l n="428">πατρὸς δʼ ἐν μεγάροισι βάλʼ Ἄρτεμις ἰοχέαιρα.</l><l n="429">Ἕκτορ ἀτὰρ σύ μοί ἐσσι πατὴρ καὶ πότνια μήτηρ</l><l n="430">ἠδὲ κασίγνητος, σὺ δέ μοι θαλερὸς παρακοίτης·</l><l n="431">ἀλλʼ ἄγε νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ,</l><l n="432">μὴ παῖδʼ ὀρφανικὸν θήῃς χήρην τε γυναῖκα·</l><l n="433">λαὸν δὲ στῆσον παρʼ ἐρινεόν, ἔνθα μάλιστα</l><l n="434">ἀμβατός ἐστι πόλις καὶ ἐπίδρομον ἔπλετο τεῖχος.</l><l n="435">τρὶς γὰρ τῇ γʼ ἐλθόντες ἐπειρήσανθʼ οἱ ἄριστοι</l><l n="436">ἀμφʼ Αἴαντε δύω καὶ ἀγακλυτὸν Ἰδομενῆα</l><l n="437">ἠδʼ ἀμφʼ Ἀτρεΐδας καὶ Τυδέος ἄλκιμον υἱόν·</l><l n="438">ἤ πού τίς σφιν ἔνισπε θεοπροπίων ἐῢ εἰδώς,</l><l n="439">ἤ νυ καὶ αὐτῶν θυμὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="440"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="441">ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει γύναι· ἀλλὰ μάλʼ αἰνῶς</l><l n="442">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="443">αἴ κε κακὸς ὣς νόσφιν ἀλυσκάζω πολέμοιο·</l><l n="444">οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλὸς</l><l n="445">αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι</l><l n="446">ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ.</l><l n="447">εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·</l><l n="448">ἔσσεται ἦμαρ ὅτʼ ἄν ποτʼ ὀλώλῃ Ἴλιος ἱρὴ</l><l n="449">καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο.</l><l n="450">ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει ἄλγος ὀπίσσω,</l><l n="451">οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο ἄνακτος</l></q></div></div></body></text></TEI>