<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><q><l n="254">τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;</l><l n="255">ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν</l><l n="256">μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν</l><l n="257">ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.</l><l n="258">ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,</l><l n="259">ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="260">πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.</l><l n="261">ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,</l><l n="262">ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.</l><milestone ed="p" n="263" unit="card"/></q><l n="263"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="264">μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,</l><l n="265">μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·</l><l n="266">χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον</l><l n="267">ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι</l><l n="268">αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.</l><l n="269">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="270">ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·</l></q></div></div></body></text></TEI>