τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας; ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν. ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω, ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει, ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ· μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι· χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·