<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="252">Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·</l><l n="253">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="254">τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας;</l><l n="255">ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν</l><l n="256">μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν</l><l n="257">ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν.</l><l n="258">ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω,</l><l n="259">ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι</l><l n="260">πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα.</l><l n="261">ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει,</l><l n="262">ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι.</l><milestone ed="p" n="263" unit="card"/></q><l n="263"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ·</l><q><l n="264">μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ,</l><l n="265">μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι·</l><l n="266">χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον</l><l n="267">ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι</l><l n="268">αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι.</l><l n="269">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="270">ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς·</l><l n="271">πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος</l><l n="272">ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ,</l><l n="273">τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο,</l><l n="274">καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ</l><l n="275">ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ</l><l n="276">ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα,</l><l n="277">αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς</l><l n="278">ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.</l><l n="279">ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης</l><l n="280">ἔρχευ, ἐγὼ δὲ Πάριν μετελεύσομαι ὄφρα καλέσσω</l><l n="281">αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν· ὥς κέ οἱ αὖθι</l><l n="282">γαῖα χάνοι· μέγα γάρ μιν Ὀλύμπιος ἔτρεφε πῆμα</l><l n="283">Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν.</l><l n="284">εἰ κεῖνόν γε ἴδοιμι κατελθόντʼ Ἄϊδος εἴσω</l><l n="285">φαίην κε φρένʼ ἀτέρπου ὀϊζύος ἐκλελαθέσθαι.</l></q><l n="286"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, ἣ δὲ μολοῦσα ποτὶ μέγαρʼ ἀμφιπόλοισι</l><l n="287">κέκλετο· ταὶ δʼ ἄρʼ ἀόλλισσαν κατὰ ἄστυ γεραιάς.</l><l n="288">αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα,</l><l n="289">ἔνθʼ ἔσάν οἱ πέπλοι παμποίκιλα ἔργα γυναικῶν</l><l n="290">Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδὴς</l><l n="291">ἤγαγε Σιδονίηθεν ἐπιπλὼς εὐρέα πόντον,</l><l n="292">τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν·</l><l n="293">τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε δῶρον Ἀθήνῃ,</l><l n="294">ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος,</l><l n="295">ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων.</l><l n="296">βῆ δʼ ἰέναι, πολλαὶ δὲ μετεσσεύοντο γεραιαί.</l><milestone ed="p" n="297" unit="card"/><l n="297"><milestone ed="P" unit="para"/>αἱ δʼ ὅτε νηὸν ἵκανον Ἀθήνης ἐν πόλει ἄκρῃ,</l></div></div></body></text></TEI>