<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="6"><l n="237"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν,</l><l n="238">ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες</l><l n="239">εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε</l><l n="240">καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει</l><l n="241">πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο.</l><l n="242"><milestone ed="P" unit="para"/>ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε</l><l n="243">ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ</l><l n="244">πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο</l><l n="245">πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες</l><l n="246">κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι,</l><l n="247">κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς</l><l n="248">δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο</l><l n="249">πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ</l><l n="250">κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν·</l><l n="251">ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ</l><l n="252">Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην·</l><l n="253">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l></div></div></body></text></TEI>