Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν, ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο. ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν· ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην· ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·