χεῖράς τʼ ἀλλήλων λαβέτην καὶ πιστώσαντο· ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς, ὃς πρὸς Τυδεΐδην Διομήδεα τεύχεʼ ἄμειβε χρύσεα χαλκείων, ἑκατόμβοιʼ ἐννεαβοίων. Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν, ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε καὶ πόσιας· ὃ δʼ ἔπειτα θεοῖς εὔχεσθαι ἀνώγει πάσας ἑξείης· πολλῇσι δὲ κήδεʼ ἐφῆπτο. ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον περικαλλέʼ ἵκανε ξεστῇς αἰθούσῃσι τετυγμένον· αὐτὰρ ἐν αὐτῷ πεντήκοντʼ ἔνεσαν θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ παῖδες κοιμῶντο Πριάμοιο παρὰ μνηστῇς ἀλόχοισι, κουράων δʼ ἑτέρωθεν ἐναντίοι ἔνδοθεν αὐλῆς δώδεκʼ ἔσαν τέγεοι θάλαμοι ξεστοῖο λίθοιο πλησίον ἀλλήλων δεδμημένοι, ἔνθα δὲ γαμβροὶ κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν· ἔνθά οἱ ἠπιόδωρος ἐναντίη ἤλυθε μήτηρ Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην· ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον τίπτε λιπὼν πόλεμον θρασὺν εἰλήλουθας; ἦ μάλα δὴ τείρουσι δυσώνυμοι υἷες Ἀχαιῶν μαρνάμενοι περὶ ἄστυ· σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν ἐλθόντʼ ἐξ ἄκρης πόλιος Διὶ χεῖρας ἀνασχεῖν. ἀλλὰ μένʼ ὄφρά κέ τοι μελιηδέα οἶνον ἐνείκω, ὡς σπείσῃς Διὶ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι πρῶτον, ἔπειτα δὲ καὐτὸς ὀνήσεαι αἴ κε πίῃσθα. ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει, ὡς τύνη κέκμηκας ἀμύνων σοῖσιν ἔτῃσι. τὴν δʼ ἠμείβετʼ ἔπειτα μέγας κορυθαίολος Ἕκτωρ· μή μοι οἶνον ἄειρε μελίφρονα πότνια μῆτερ, μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι· χερσὶ δʼ ἀνίπτοισιν Διὶ λείβειν αἴθοπα οἶνον ἅζομαι· οὐδέ πῃ ἔστι κελαινεφέϊ Κρονίωνι αἵματι καὶ λύθρῳ πεπαλαγμένον εὐχετάασθαι. ἀλλὰ σὺ μὲν πρὸς νηὸν Ἀθηναίης ἀγελείης ἔρχεο σὺν θυέεσσιν ἀολλίσσασα γεραιάς· πέπλον δʼ, ὅς τίς τοι χαριέστατος ἠδὲ μέγιστος ἔστιν ἐνὶ μεγάρῳ καί τοι πολὺ φίλτατος αὐτῇ, τὸν θὲς Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο, καί οἱ ὑποσχέσθαι δυοκαίδεκα βοῦς ἐνὶ νηῷ ἤνις ἠκέστας ἱερευσέμεν, αἴ κʼ ἐλεήσῃ ἄστύ τε καὶ Τρώων ἀλόχους καὶ νήπια τέκνα, αἴ κεν Τυδέος υἱὸν ἀπόσχῃ Ἰλίου ἱρῆς ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο.